Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

35, 2. μετασχ. καὶ διὰ τοῦτο δικαίως ἑτέραν εἰσάγει πόλι. τείαν, ὡς καὶ τοῦ γένους τῶν ἀνθρώπων πρὸς ἄλλην καλουμένου πατρίδα καὶ βίου παρασκευὴν ὑψηλοτέραν.

35, 5. ἀπαρτήσας.

35, 10. περισσεύσῃ· τοὺς γὰρ τὰ αὐτὰ ποιοῦντας ἅπερ ἐποίουν ἐκεῖνοι, οὐκ ἦν περισσεῦσαι κατὰ τὸν δικαιοσύνης λόγον.

35, 14. δεομένοις· τὰς δὲ οὕτω μεγάλας καὶ ὑψηλὰς οὔσας ἐντολὰς ἐλαχίστας ἐκάλεσεν, ἐπειδὴ ὥσπερ ἑαυτὸν ἐταπείνωσεν, οὕτως καὶ τὰ μέτρια πολλαχοῦ περὶ ἑαυτοῦ φθέγγεται. ἔτι δὲ

469
καὶ περὶ τῆς ἑαυτοῦ νομοθεσίας, παιδεύων ἡμᾶς καὶ ἐν τούτῳ πὰν· ταχοῦ μετριάζειν.

35, 22. ποιήσῃ κ. διδάξῃ.

35, 25. Ἔτι δὲ καὶ μεθ’ ἑαυτοῦ καὶ ἕτερον προστιθέντι. ὥσπερ γὰρ τὸν διδάσκοντα ἄνευ τοῦ ποιεῖν κατακρίνει, καθώς φησιν ὁ Ἀπόστολος “ ὅτι ὁ διδάσκων τὸν ἕτερον σεαυτὸν οὐ διδάσκεις,’ οὕτως τὸ ποιεῖν μὲν, ἑτέροις δὲ μὴ ὑφηγεῖσθαι, ἐλαττοῖ τὸν μισθόν. δεῖ τοίνυν ἑκάτερα ποιεῖν, καὶ πρότερον ἑαυτὸν κατορθώσαντα, οὕτω καὶ ἐπὶ τὴν τῶν ἄλλων ἐκβαίνειν ἐπιτέλειαν· διὰ γὰρ τοῦτο καὶ αὐτὸς τὴν ποίησιν πρὸ τῆς διδασκαλίας τέθεικεν, δεικνὺς ὅτι οὕ τὼς μάλιστά τις διδάξαι δυνήσεται ἑτέρως δὲ οὐδαμῶς. ἀκού- σεται γὰρ, ἰατρὲ, θεράπευσον σεαυτόν· ὁ γὰρ ἑαυτὸν διδάξαι μὴ δυνηθεὶς, καὶ ἑτέρους ἐπιχειρῶν διορθοῦν, πολλοὺς ἕξει κωμῳδοῦντας αὐτὸν.

Εἰπὼν δὲ “περισσεῦσαι τὴν δικαιοσύνην πλεῖον τῶν γραμμα- “τέων καὶ Φαρισαίων” οὐχ ἁπλῶς λέγει τῶν παρανόμων, ἀλλὰ τῶν κατορθούντων, οὐ γὰρ ἂν εἰ μὴ κατώρθουν ἔφησεν ἔχειν δικαιοσύνην· οὐδὲ ἃν τὴν οὐκ οὖσαν παρέβαλλε τῇ οὔσῃ, κἂν ἐκ μέρους. οὗτοι γὰρ οἱ κατορθοῦντες γραμματεῖς καὶ Φαρισαῖοι καὶ ἀπαρχὰς καὶ δεκάτας προσέφερον, καὶ νηστείας ἐφύλαττον, καὶ τὰ ἄλλα τὰ τοῦ νόμου ἐτήρουν. διὸ ἡμῖν πλείονος χρὴ τῆς ἐπιτάσεως πρὸς τὴν τῶν ἐντολῶν τήρησιν.

35, 29. προσέστη τοῖς ἅκ. εἰ δὲ καὶ πάλιν εἶπεν, ἠκούσατε ὅτι ἐρρήθη τοῖς ἀρχαίοις παρὰ τοῦ Πατρός μου· ἐγὼ δὲ λέγω ὑμῖν, μείζων ἔδοξεν εἶναι ὁ αὐθαδισμός· διὸ μὴ ἁπλῶς αὐτὸ τέθεικεν. εἰπὼν δὲ ὅτι ἐρρήθη τοῖς ἀρχαίοις, ἐνέφηνεν πολὺν εἶναι τὸν χρόνον ἐξ οὗ τὴν ἐντολὴν ταύτην ἔλαβον. τοῦτο δὲ ἐποίησεν ἵνα ἐντρέψῃ τὸν ἀκροατὴν τὸν ἀναδυόμενον πρὸς τὸ ὑψηλότερον ἐκβῆναι τῶν ἐπιταγμάτων. ὡσανεὶ διδάσκαλος παιδίων ῥαθυμοῦντι λέγει· οὐκ οἶσθα πόσον ἀνήλωσας χρόνον συλλαβὰς μελετῶν. τοῦτο δὴ καὶ αὐτὸς αἰνιττόμενος τῷ τῶν ἀρχαίων ὀνόματι, ἐκκαλεῖται λοιπὸν αὐτοὺς πρὸς τὰ μείζονα τῶν διδαγμάτων.

35, 34. ἣ δικαίων ἣ πατρ.