Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

34, 12. βελτίον’. καὶ γὰρ ὥσπερ ὑπόπτεροι γινόμενοι τῆς ἥλι’. ἀκῆς ἀκτῖνος σφοδρότερον τὴν γῆν ἐπέδραμον ἅπασαν, σπείροντες τῆς εὐσεβείαι τὸ φῶς.

34, 13. οὕτως ἔσεσθε.

14. καταφανεῖς.

34, 15. φαίνων. διὰ τούτων εἰς ἀκρίβειαν βίου παιδεύων αὐτοὺς καὶ ἐναγωνίους ποιῶν, ὡς ὑπὸ τῶν ἁπάντων ὀφθαλμοὺς κειμένους, καὶ ἐν μέσῳ τῷ τῆς οἰκουμένης ἀγωνιζομένους θεάτρῳ. ἔτι δὲ καὶ τὴν αὐτοῦ δύναμιν ἐμφαίνει τοῦτο. ὥσπερ γάρ φησιν, τὴν ἀκτῖνα κρυβῆναι οὐκ ἔνι, οὕτω τὸ κήρυγμα ἀδύνατον σιγηθῆναι καὶ λαθεῖν, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν καταλήψεται. τοῦτο μὲν οὖν τὴν ἑαυτοῦ δύναμιν ἐνδείκνυται.

34, 16. παρ’ ὑμῶν.

34, 21. ὡσπερ οὐν καὶ τὰ ἐναντία ποιοῦντες, οὐ μόνον τοὺς ἀνθρώπους ἀπολεῖτε, ἀλλὰ καὶ τὸ τοῦ Θεοῦ ὄνομα βλασφημεῖσθαι ποιήσετε.

Ib. οὕτω δὴ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὅτι δὲ καὶ αὐτὸς ἐπλήρωσεν, δῆλον ἐξ ὧν εἶπεν πρὸς τὸν Ἰωάννην, ὡς προγέγραπται· “ ὅτι καὶ οὕτω πρέπον ἡμῖν ἐστὶν πληρῶσαι πᾶσαν δικαιοσύνην.

Τοὺς δὲ προφήτας πῶς ἐπλήρωσεν ; δι’ ὧν τὰ περὶ αὐτοῦ λεχθέντα ὑπ’ αὐτῶν ἅπαντα τοῖς ἔργοις ἐβεβαίωσεν, καθὼς ὁ Εὐαγγελιστής φησιν, ἵνα πληρωθῇ διὰ τοῦ προφήτου τὸ ῥηθέν. καὶ ἡνίκα ἐτέχθη, καὶ ἡνίκα τὰ παιδία τὸν θαυμαστὸν ὕμνον ἦδον, καὶ ἡνίκα ἐπὶ τῆς ὄνου ἐκάθισεν, καὶ ἐφ’ ἑτέρων δὲ πλειόνων, ἅπερ ἅπαντα ἀπλήρωτα ἔμελλεν εἶναι εἰ μὴ παρεγένετο.