Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

33, 2. τῇ ψυχῇ ποιοῦντας.

33, 3. καὶ πάλιν πνευματικὸν τὸ ἔπαθλον· ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται· καὶ τοῦ φύσει μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἔργον ἐγένετο τοῦτο, τὸ συναγαγεῖν τὰ διεστῶτα, καὶ κατάλλαξαι τὰ ἐκ- πεπολεμωμένα.

33, 5. τῆς ἀρετῆς ἕνεκεν καὶ τῆς ὑπὲρ ἄλλων προστασίας δι’ εὐσέβειαν.

33, 6. φιλοσοφίαν. καὶ πάλιν τὸ ἔπαθλον πνευματικὸν ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακαρίζει δὲ καὶ τοὺς ὀνειδιζομένους καὶ διωκομένους καὶ πᾶν πονηρὸν ῥῆμα ἀκούοντας, οἷον κἂν γόητες, κἂν πλάνοι, κἂν λυμεῶνες, κἂν ὁ τι οὖν ἕτερον καλοῦνται· πλὴν ἵνα μὴ νομίσωμεν ὅτι τὸ κακῶς ἀκούειν ἁπλῶς μακαρίους ποιεῖ, δύο τέθεικεν μακαρισμοὺς, ὅταν καὶ δι’ αὐτὸν, καὶ ὅταν ψευδῆ ὦσιν τὰ λεγόμενα. ἐπεὶ ἃν μὴ ταῦτα προσῇ, οὐ μόνον οὐ μακάριος, ἀλλὰ καὶ ἄθλιος ὁ κακῶς ἀκούων. εἶτα τί τὸ ἔπαθλον· “ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.” Ἡμεῖς δὲ εἰ καὶ μὴ καθ’ ἕκαστον μακαρισμὸν βασιλείαν ἀκούομεν, μὴ ἀθυμήσωμεν, πάντας γὰρ τοὺς μακαρισθέντας εἰς τὴν

466
βασιλείαν εἰσάγει· ὅταν γὰρ εἴπῃ ὅτι παρακληθήσονται οἱ πεν- θοῦντες, καὶ ἐλεηθήσονται οἱ ἐλεοῦντες, καὶ τὸν Θεὸν ὄψονται οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ υἱοὶ Θεοῦ κληθήσονται οἱ εἰρηνοποιοὶ, οὐδὲν ἄλλο ἣ τὴν βασιλείαν τῶν οὐρανῶν διὰ τούτων αἰνίττεται· οἱ γὰρ τούτων ἀπολαύοντες, ἐκείνης ἐπιτεύξονται πάντως. διὰ τοῦτο γὰρ ἐπὶ πάντων τὸν μακαρισμὸν τέθεικεν, ἵνα μηδὲν αἰσθητὸν λογιζώμεθα· οὐδὲ γὰρ ἃν εἴη μακαριστὸν τὸ ἐν τῷ παρόντι βίῳ συγκαταλυόμενον καὶ σκιᾶς ταχύτερον παρατρέχον.

33, 7. Εἰπὼν δὲ ὅτι πολὺς ὁ μισθὸς ὑμῶν ἐν τοῖς οὐρανοῖς, ἐπήγαγεν καὶ ἑτέραν παράκλησιν λέγων.

33, 11. ὑμεῖς. 12. μέλλετε.

Χρὴ δὲ γινώσκειν ὅτι ἐπὶ μὲν τῶν ἄλλων μακαρισμῶν, ἀδιο- ρίστως ἔλεγεν, μακάριοι οἱ πτωχοὶ, μακάριοι οἱ ἐλεήμονες, ἐνταῦθα δὲ οὐκ ἀδιορίστως αὐτὸ τέθεικεν, ἀλλὰ πρὸς αὐτοὺς τρέπει τὸν λόγον λέγων, “μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ εἴπωσιν “πᾶν πονηρόν.” δεικνὺς ὅτι αὐτῶν μάλιστα ἐξαίρετον τοῦτό ἐστιν, καὶ ὑπὲρ τοὺς ἄλλους πάντας τῶν διδασκάλων ἴδιον τοῦτο. οὐδὲ γὰρ δυνατὸν τοὺς ἐν ἀρετῇ ζῶντας παρὰ πάντων ἀκούειν καλῶς, ἁλλὰ καὶ τὸ ὀνειδίζεσθαι καὶ πᾶν πονηρὸν ἀκούειν ῥῆμα καὶ διώ- κεσθαι. Τὸ δὲ “ἕνεκεν ἐμοῦ” εἴρηται, τὸ ἑαυτοῦ ἀξίωμα ἐνταῦθα αἰνιττόμενος, καὶ τὴν πρὸς τὸν γεγεννηκότα ὁμοτιμίαν· ὡσπερ γὰρ διὰ τὸν Πατέρα οἱ προφῆται ἐκεῖνα ἔπασχον, οὕτως καὶ ὑμεῖς δι’ ἐμὲ τὰ ὁμοία πείσεσθε.

Διατί δὲ εἶπεν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν; δεικνὺς καἰ αὐ- τοὺς ἤδη προφήτας γενομένους.

Tίνος δὲ χάριν τοιοῦτον μέγα μισθὸν τίθησιν ὑπὲρ κατηγοριῶν μόνον; ἐπειδὴ μάλιστα τῶν πραγμάτων αὐτῶν χαλεπώτερον αὑτὰ δάκνουσιν. ἐν μὲν γὰρ τοῖς κινδύνοις πολλὰ τὰ κουφίζοντα τὸν πόνον εἰσὶν, τοὺς πολλοὺς ἔχειν ἐπαινοῦντας καὶ ἀνακηρύττοντας, ἐν δὲ τῇ κατηγορία, ἀνήρηται ἡ παραμυθία· οὔτε γὰρ δοκεῖ εἶναι μέγα τὸ καθόρθωμα. πολλοὶ γοῦν καὶ ἐπὶ βρόχον a ἦλθον, πονηρὰν οὐ φέροντες δόξαν, καὶ τί θαυμάζομεν εἰ ἐπὶ τῶν ἄλλων ἀνθρώπων [*](a Cod. ἐπιβρόχον. Lat. “et multi quidem ad laqueum propterea “currentrunt.”)

467
τοῦτο συμβαίνει; ὅπου γε καὶ Ἱὼβ ὁ ἀδάμας καὶ πέτρας στερρότερος, ἡνίκα μὲν τὰ χρήματα ἀφῄρητο καὶ τὰ ἀνήκεστα ἔπασχεν δεινὰ, καὶ ἄπαις ἐξαίφνης ἐγένετο, καὶ πηγὴν σκωλήκων τὸ σῶμα ἀναβλύζον ἑώρα, καὶ τὴν γυναῖκα ἐπικειμένην, ταῦτα πάντα διεκρόυσατο. ἐπειδὴ δὲ εἶδεν τοὺς φίλους ὀνειδίζοντας, τότε ἐθορυβήθη, βήθη, τότε ἐταράχθη ὁ γενναῖος καὶ μέγας ἀνήρ. καὶ ὁ Δαβὶδ δὲ ἅπαντα ἀφεὶς ἅπερ ἔπαθεν, ἀντὶ τῆς κατηγορίας τοῦ Σεμεῆ ἀμοιβὴν ἐζήτει παρὰ τοῦ Θεοῦ “ἄφες γὰρ αὐτὸν,” φησιν, “ὅπως ἴδῃ τὴν ταπείνωσίν μου ὁ Θεὸς, καὶ ἀνταποδώσῃ μοι " ἀγαθὰ ἀντὶ τῶν κατηγοριῶν αὐτοῦ.” διὰ δὴ τοῦτο πολὺν τὸν μισθὸν τέθεικεν ὁ Χριστὸς ὑπὲρ κατηγοριῶν μόνον. Χρὴ δὲ καὶ τοῦτο γινώσκειν ὅτι διὰ τοῦτο ἔσχατον πάντων τέθεικεν τὸ ὑπομένειν κατηγορίας, ὡς μέγα τι ὑπάρχον. ἔτι δὲ καὶ ὅτι ἕκαστος μακαρισμὸς εἷς τοῦ ἑνὸς ἔχεται, ὥσπερ τις σειρὰ χρυσῆ· οἷον ὁ πτωχὸς τῷ πνεύματι πάντως καὶ τὰ οἰκεῖα πενθήσει ἁμαρτήματα· ὁ πενθῶν καὶ πρᾶος ἔσται, καὶ ὁ δίκαιος καὶ ἐλεήμων· ἐξ ὧν γίνεται καὶ καθαρὸς τῇ καρδίᾳ· ὁ δὲ τοιοῦτος καὶ εἰρηνοποιὸς· ὁ δὲ πάντα ταῦτα κατορθωκὼς, καὶ πρὸς κινδύνους ἔσται παρεσκευασμένος, καὶ οὐ ταραχθήσεται ἀκούων κακῶς.

33, 16. τὴν ἀνθρωπίνην φύσιν.

19. καρασκεύσατε.

Ὅτε γὰρ πρᾶος καὶ ἐπιεικὴς καὶ ἐλεήμων καὶ δίκαιος, οὐκ εἰς ἑαυτὸν συγκλείει τὰ κατορθώματα μόνον, ἀλλὰ καὶ εἰς πάντας ἐξαπλοῖ. τί οὖν τὰ σεσηπότα οὗτοι διώρθωσαν; οὐδαμῶς· οὐδὲ γὰρ δυνατὸν τὰ ἐφθορότα ἤδη ἐπιπάσσοντας ἅλας ὠφελεῖν· οὐδὲ τοῦτο ἐποίουν, ἀλλὰ ἀνανεωθέντα πρότερον καὶ τῆς δυσωδίας ἀπαλλαγέντα ἐκείνης. εἶτα παραδοθέντα αὐτοῖς, τότε ἥλιζον κατέχοντες, διατηροῦντες ἐν τῇ νεαρότητι ταύτῃ, ἣν παρὰ τοῦ δεσπότου ἡμῶν ἔλαβον. τὸ μὲν γὰρ ἀπαλλαγῆναι τῆς σηπεδόνος τῶν ἁμαρτημάτων τὸ κατόρθωμα τοῦ Χριστοῦ γέγονεν· τὸ δὲ μηκέτι ἐπ’ ἐκείνην ἐπανελθεῖν, τῆς τούτων σπουδῆς ἔργον ἢν.

Ὁρᾷς πῶς κατὰ μικρὸν καὶ τῶν προφητῶν δείκνυσιν αὐτοὺς ὄντας βελτίους. οὐ γὰρ τῆς Παλαιστίνης διδασκάλους φησὶν εἶναι, ἀλλὰ τῆς γῆς ἁπάσης, καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐ κολακεύοντες ἀλλὰ ἐπιστύφοντες ὥσπερ τὸ ἅλας, οὕτω ποθεινοὶ πᾶσιν ἐγένοντο.

468

33, 27. δώσῃ· παραδῶτε.