Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

32, 4. τούτους τοίνυν καὶ αὐτὸς ἐνταῦθα μακαρίζει τοὺς οὕτω λυπουμένους, καὶ οὐδὲ ἁπλῶς λυποῦ μένους τέθεικεν, ἀλλὰ τοὺς μετ’ ἐπιτάσεως τοῦτο ποιοῦντας· διόπερ οὐδὲ εἶπεν λυπούμενοι, ἀλλ’ οἱ πενθοῦντες· καὶ γὰρ αὕτη πάλιν ἡ παραίνεσις πάσης φι- λοσοφίας ἐστιν διδάσκαλος. εἰ γὰρ οἱ παῖδας ἣ γυναῖκας θρη- 1 νοῦντες ἀπελθόντας ἣ ἄλλον τινα τῶν προσηκόντων, οὐ χρημάτων οὐ σωμάτων ἐρῶσιν κατ’ ἐκεῖνον τῆς ὀδύνης τὸν καιρὸν, οὐ δόξης ἐφίενται, οὐχ ὕβρεσι παροξύνονται, οὐχ ὑπὸ βασκανίαις ἁλίσκον- ἁλίσκονταί, οὐχ ὑπὸ ἄλλου τινὸς πολιορκοῦνται πάθους, τῷ πένθει μόνῳ προσέχοντες, πολλῷ μᾶλλον οἱ τὰ ἁμαρτήματα πενθοῦντες ἑαυτῶν, ὡς πενθεῖν ἄξιον μείζονα ταύτης ἐπιδείξασθαι ὤφελον φιλοσοφίαν· ὅθεν καὶ τὸ ἔπαθλον μέγα· παρακληθήσονται γάρ, φησιν· δῆλον ὅτι καὶ ἐνταῦθα καὶ ἐκεῖ· ἐπειδὴ γάρ φησιν τὸ ἐπίταγμα φορτικόν ἐστιν, ἰδοὺ ἐγὼ ἀντὶ τούτου παρέχω παράκλησιν· οὐ κατὰ τὴν τοῦ πράγματος ἀξίαν, ἀλλὰ κατὰ τὴν ἐμὴν φιλανθρωπίαν· οἱ γὰρ πενθοῦντες πλημμελήματα πενθοῦσιν· τοῖς δὲ τοιούτοις ἀρκεῖ τὸ συγγνώμης ἀπολαῦσαι· ἐγὼ δὲ καὶ πολλῆς μεταδίδωμι παρακλή- σεως. πενθεῖν δὲ ἡμᾶς οὐχ ὑπὲρ τῶν οἰκείων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἑτέρων κελεύει πλημμελημένων· οἷαι τῶν ἁγίων ἦσαν αἱ ψυ- χαὶ, τοῦ Μωυσέως, τοῦ Παύλου, τοῦ Δαβίδ· καὶ γὰρ οὗτοι πάν- τες ἀλλότρια πολλάκις ἐπένθησαν κακά.

32, 10. ἐπιζητοῦντας.

11. τῷ πραεῖ τοῦτο.

32, 14. ἀλάζων· λέγει δὲ ταῦτα, οὐ μέχρι τῶν παρόντων ἱστὰς, ἀλλὰ μετὰ τούτων κἀκεῖνα παρέχων· ἄντε γὰρ πνευματι-

465
κὸν εἴπῃ τι, οὐκ ἀφαιρεῖται τὰ ἐν τῷ παρόντι βίῳ. ἄν τέ τι τῶν ἐν τῷ παρόντι βίῳ ὑπόσχηται, οὐ μέχρι τούτου τὸ δῶρον ἵστησι; καὶ περὶ μὲν τοῦ πρώτου φησὶν, “ζητεῖτε πρῶτον τὴν βασιλείαν “ τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.” Περὶ δὲ τοῦ δευτέρου, “ ὅτι ὅστις ἀφῆκεν ὅ τι οὖν ἕνεκεν ἐμοῦ, ἑκατονταπλα- “ σίονα λήψεται ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον “ κληρονομήσει.”

32, 18. μετερχομένους. ἐπειδὴ γὰρ ἴδιόν ἐστιν τῆς πλεονεξίας τὸ πλείονα ἐπιθυμεῖν κτᾶσθαι ὑπὲρ τὴν χρείαν, ταύτην ἐκέλευσεν μεταθεῖναι εἰς τὸ μὴ ἀγαπᾷν τὸ πλεῖον.

32, 24. ποικίλος.

32, 26. Καὶ δοκεῖ μὲν ἀντίδοσις εἶναι τις ἴση ἔστιν δὲ πολὺ μείζων· αὐτοὶ μὲν γὰρ ἐλεοῦσιν ὡς ἄνθρωποι· ἐλεοῦνται δὲ παρὰ τῷ τῶν ὅλων Θεῷ· οὐκ ἔστιν δὲ ἴσος ἀνθρώπινος ἔλεος καὶ θεῖος· ἀλλ’ ὅσον πονηρίας καὶ ἀγαθότητος τὸ μέσον, τοσοῦτον οὗτος ὁ ἔλεος ἐκείνου διέστηκεν.

32, 31. τὴν ἀνθρώπῳ.