Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

31, 2. περιῄει.

3. πολὺς ὄχλος.

9. πρόσκειται.

31, 14. γενησομένων· καὶ πόθεν τοῦτο δῆλον· ὅτι οὐκ εἶπεν, μακάριοι ἐστὲ ὑμεῖς, ἐὰν πτωχοὶ γένησθε, ἀλλὰ “μακάριοι οἱ πτω- “χοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.”

31, 31. τίνος δὲ ἕνεκεν οὐκ εἶπεν οἱ ταπεινοὶ ἀλλ’ οἱ πτωχοί; ὅτι τοῦτο ἐκείνου πλέον. τοὺς γὰρ κατεπτηχότας ἐνταῦθά φησιν καὶ τρέμοντας τὰ τοῦ Θεοῦ προστάγματα· καὶ γὰρ πολλοὶ ταπεινοφροσύνης τρόποι· καὶ ὁ μὲν ταπεινόφρων ἐστὶν συμμέτρως, ὁ δὲ μετ’ ὑπερβολῆς ἁπάσης, ἣν καὶ ὁ μακάριος Δαβὶδ ἐπαινεῖ λέγων “καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ “ ἐξουδενώσει.” οὐ τὴν ἁπλῶς καὶ κατεσταλμένην ἡμῖν διάνοιαν ὑπογράφων, ἀλλὰ τὴν σφόδρα συντετριμμένην καὶ τεταπεινωμένην. μακαρίζει δὲ ταύτην, ἤγουν τὴν ταπεινοφροσύνην, ὁ Χριστὸς πρώτην, ἐπειδὴ τὰ μέγιστα τῶν κακῶν, ἃ καὶ τὴν οἰκουμένην ἐλυμήνατο πᾶσαν, ἐξ ἀπονοίας εἰσῆλθεν. ὅτε γὰρ διάβολος τυφωθεὶς ἐξέπεσεν, καὶ ὁ πρῶτος ἄνθρωπος ταῖς παρὰ τοῦ διαβόλου φυσηθεὶς ἐλπίσιν ἐξετραχηλίσθη, καὶ θνητὸς ἐγένετο, προσδόκησας γὰρ ἔσεσθαι Θεὸς, καὶ ὅπερ εἶχεν ἀπώλεσεν· καὶ πάντες δὲ οἱ μετὰ ταῦτα ἐντεῦθεν εἰς ἀσέβειαν ἐξώκειλαν. διὰ τοῦτο οὖν ὧσπέρ τινα θεμέλιον ἰσχυρὸν τοῦτον πρῶτον προκαταβάλλεται τὸν νόμον, ταύτης γὰρ ὑποκειμένης, μετὰ ἀσφαλείας ἅπαντα τὰ ἄλλα ἐπιτίθησιν ὁ οἰκοδομῶν· ταύτης δὲ ἀνῃρημένης, κᾷν μέχρι τῶν οὐρανῶν φθάσῃ

464
τις πολιτευόμενος, ἅπαντα ὑποσύρεται ῥαδίως, καὶ εἰς χαλεπὸν καταστρέφει τέλος.

31, 25. Διατί δὲ οὐκ εἰσάγει ἐν τάξει παραινέσεως τὰ λεγό- μένα καὶ ἐπιταγμάτων, ἀλλ’ ἐν τάξει μακαρισμοῦ ; ἀνεπαχθέστε- ρον τὸν λόγον ποιῶν, καὶ πᾶσιν ἀνοίγων τὸ τῆς διδασκαλίας στά- δίον· οὐ γὰρ ε-lπεν ὁ δεῖνα, καὶ ὁ δεῖνα, ἀλλ’ οἱ ταῦτα ποιοῦντες μακάριοι πάντες· ὥστε κἂν δοῦλος ᾖς, κἂν πτωχὸς, κἂν ξένος, κἂν ἰδιώτης, οὐδὲν ἔσται τὸ κωλῦον σε ἔσεσθαι μακάριον, ἃν τὴν ἀρετὴν ταύτην ζηλώσῃς.

31, 28. τοῦτο ε-ι’ναι.

33. κεκωλυμένον.

34. ἐδήλου.