Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

223, 5. ἔστη. 31. οὐκ οὔσης· ὡς ἐμάθομεν ἐκ τοῦ Ἰούδα· καὶ γὰρ πολλῆς ἀπολαύσας βοηθείας οὐδὲν ὠφελήθη· ἐπειδὴ καὶ μὴ θέλησε καὶ τὰ παρ’ αὐτοῦ συνεισενεγκεῖν. διὰ γὰρ τοῦτο καὶ ἐταλάνισεν αὐτὸν εἰπὼν “οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ·” καὶ ἐφόβησεν αὐτὸν πάλιν εἰπὼν, “καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη.” καὶ ἐνέτρεψεν αὐτὸν βάψας τὸ ψωμίον καὶ ἐπιδεδωκὼς, ὥστε τῆς πονηρᾶς αὐτὸν ἀνατρέψαι βουλῆς. τοσαύτη δὲ ἦν αὐτοῦ ἡ πήρωσις, ὅτι καὶ τῶν μυστηρίων μετασχὼν, ἔμενεν ὁ αὐτὸς ἀμετάβλητος. καὶ τοῦτο ὁ Λουκᾶς δηλοῖ λέγων, ὅτι μετὰ τοῦτο εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς· οὐ τοῦ σώματος καταφρονῶν ὁ διάβολος τοῦ φοβεροῦ, ἀλλὰ τῆς ἀναισχυντίας λοιπὸν καταγελῶν τοῦ προδότου.

495

Διὸ παρακαλῶ μήτε τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψαντες αὐτοὺς καθεύδειν, μήτε σπουδάζοντας νομίζειν οἰκείοις πόνοις τὸ πᾶν κατορθοῦν· οὔτε γὰρ ὑπτίους ἡμᾶς αὐτοὺς εἶναι βούλεται ὁ Θεός. διὰ τοῦτο οὐ τὸ πᾶν ἡμῖν δέδωκεν, ἀλλ’ ἑκατέρου τὸ βλαβερὸν ἀνελὼν, τὸ χρήσιμον ἡμῖν εἴασεν· τούτου οὖν ἕνεκεν καὶ τὸν κορυφαῖον ἀφῆκεν πεσεῖν συνεσταλμένον τε αὐτὸν κατασκευάζων, καὶ εἰς πλειόνα ἀγάπην λοιπὸν ἀλείφων.