Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

221, 3. μετὰ δὲ τὸ ψωμίον διὰ τοῦτο λέγει ὅτι εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς, ὅτι οὐκ ἀθρόον εἰσέρχεται οὐδὲ ὑφ’ ἓν, ἀλλὰ πολλὴν ποιεῖται τὴν ἀπόπειραν πρῶτον. ὃ δὴ καὶ ἐνταῦθα γέγονεν. διακωδωνήσας γὰρ αὐτὸν ἐν ἀρχῇ καὶ προσβαλὼν ἠρέμα, ἐπειδὴ εἶδεν ἐπιτήδειον πρὸς ὑποδοχὴν, ὅλος λοιπὸν ἐνταῦθα ἔπνευσεν, καὶ ὁλοσχερῶς αὐτοῦ περιγέγονεν.

Διατί εἰ τὸ Πάσχα ἤσθιον παρανόμως ἤσθιον; οὐ γὰρ ἀνακειμένους ἔδει φαγεῖν. ἀλλ’ οὐκ ἐν τῷ ἐσθίειν τὸ Πάσχα ἀνέκειντο, ἀλλὰ μετὰ τὸ φαγεῖν αὐτὸ λοιπὸν ἑστιώμενοι· ὃ δὲ λέγει ἕτερος Εὐαγγελιστὴς “ὅτι ἐπιθυμίᾳ ἐπεθύμησα τὸ Πάσχα τοῦτο φαγεῖν “μεθ’ ὑμῶν,” τοῦτο δηλοῖ, ὅτι κατὰ τὸν ἐνιαυτὸν τοῦτον, ὅτε ἤμελλεν ἡ σωτηρία τῆς οἰκουμένης γίνεσθαι, καὶ τὰ μυστήρια παραδίδοσθαι, καὶ τὰ λυπηρὰ λύεσθαι διὰ τοῦ θανάτου· οὕτω κάτα γνώμην αὐτῷ ο σταυρὸς ἢν·