Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

203, 7. ὥσπερ τοῦτο ἀνάγκη.

203, 12. Περὶ ποίας γενεᾶς εἶπεν “ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ “ αὕτη ἕως ἃν πάντα ταῦτα γένηται;” οὐ περὶ τῆς τότε ταῦτα λέγει γενεᾶς, ἀλλὰ περὶ τῆς τῶν πιστῶν. οἶδεν γὰρ γενεὰν οὐκ ἀπὸ τῆς τῶν χρόνων ἀκολουθίας χαρακτηρίζειν μόνον, ἀλλὰ καὶ ἀπὸ τρόπων θρησκείας καὶ πολιτείας· ὡς ὅταν λέγῃ, “αὕτη ἡ γενεὰ τῶν ζη- “τούντων τὸν Κύριον,” ἀλλ’ ὅπερ εἶπεν τοῦτό ἐστιν, ὅτι πάντως ἐκβήσεται ταῦτα πάντα καὶ μένει ἡ γενεὰ τῶν πιστῶν οὐδενὶ τῶν εἰρημένων διακοπτομένη, ἀλλὰ καὶ τὰ Ἱεροσόλυμα ἀπολεῖται καὶ τὸ πλέον τῶν Ἰουδαίων ἀφανισθήσεται. ταύτης δὲ τῆς γενεᾶς οὐδὲν περιγενήσεται, οὐ λιμὸς, οὐ λοιμὸς, οὐ σεισμὸς, οὐχ αἱ τῶν πολέμων ταραχαὶ, οὐ ψευδόχριστοι, οὐ ψευδοπροφῆται, οὐκ ἀπατεῶνες, οὐχ οἱ παραδίδοντες, οὐχ οἱ σκανδαλίζοντες, οὐχ οἱ ψευδάδελφοι, οὐκ ἄλλος οὐδεὶς τοιοῦτος πειρασμός. εὐκολώτερον γάρ, φησιν, ἀφανισθῆναι τὰ πεπηγότα ταῦτα καὶ ἀκίνητα. τοῦτο γὰρ σημαίνει ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, ἣ τῶν λόγων τῶν ἐμῶν τι διαπεσεῖν· τοῦτο γὰρ δηλοῖ “ οἱ δὲ λόγοι μου οὐ μὴ “παρελθῶσιν.”

Διατί δὲ τὰ στοιχεῖα ταῦτα εἰς μέσον τέθεικεν; ὁμοῦ μὲν δεικνὺς ὅτι προτιμότερα καὶ οὐρανοῦ καὶ γῆς ἡ Ἐκκλησία, ὁμοῦ

492
δὲ καὶ δημιουργὸν ἑαυτὸν ἐμφαίνων καὶ ἐντεῦθεν τοῦ παντὸς, καὶ τὴν δύναμιν αὐτοῦ τὴν ἄφατον σημαίνων.

Τίνος ἕνεκεν περὶ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας εἶπεν ὅτι οὐδεὶς οἰδεν οὐδὲ οἱ Ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἰὸς εἰ μὴ μόνος ὁ Πατήρ; haec quaestio totidera verbis tractata invenitur in Cat. Evang. S. Marci, p. 415, 18.

Εἰπὼν δὲ ὅτι “ὥσπερ ἦσαν ἐν ταῖς ἡμέραις τοῦ Νῶε τρώγοντες “καὶ πίνοντες” καὶ τὰ ἑξῆς, τὴν ἀθρόαν αὐτοῦ καὶ ἀπροσδόκητον παρουσίαν ἐσήμανεν· καὶ γὰρ καὶ Παῦλος τοῦτό φησιν, ὅτι ὅταν λέγωσιν εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐπίσταται ὄλεθρος· καὶ ὥσπερ ἡ ὠδῖν’ ἐν γαστρὶ ἐχούσῃ. καὶ εἰ τρυφὴ πῶς θλίψις; εἶπεν γὰρ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων τρυφὴ τοῖς ἀναισθήτως διακειμένοις, θλίψις δὲ καὶ ἀθυμία τοῖς δικαίοις· ὅθεν δείκνυται ὅτι τοῦ Ἀντιχρίστου ἐλθόντος τὰ τῶν ἀτόπων ἡδονῶν ἐπιταθήσεται ἐν τοῖς παρανόμοις, καὶ τῆς οἰκείας ἀπογνῶσιν σωτηρἱας. ὥσπερ γὰρ τῆς κιβωτοῦ γινομένης, οὐκ ἐπίστευόν φησιν, ἀλλὰ προέκειτο μὲν ἐν μέσῳ τὰ μέλλοντα προανακηρύττουσα κακὰ, ἐκεῖνοι δὲ ὁρῶντες αὐτὴν ὡς οὐδενὸς ἐσομένου δεινοῦ οὕτως ἐτρύφων, οὕτω καὶ νῦν. φανεῖται μὲν ὁ Ἀντίχριστος, μεθ’ ὃν ἡ συντέλεια καὶ αἱ κολάσεις καὶ αἱ τιμωρίαι αἱ ἀφόρητοι· οἱ δὲ τῇ κακίᾳ συνεχόμενοι, οὐδὲ αἰσθήσονται τοῦ φόβου τῶν ἐσομένων δεινῶν.

203, 22. μύλῳ· κ. ἐπ’. εἶπεν.

26. δῆλον ὅτι.

34. συντέλειαν.