Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

200, 2. Περὶ τοῦ ἐνταῦθα εἰρημένου τότε, χρὴ γινώσκειν, καθὼς πολλάκις εἶπον, ὅτι οὐχὶ τῆς ἀκολουθίας ἐστὶν τοῦ καιροῦ τῶν ἔμπροσθεν εἰρημένων αὐτῷ τὸ τότε, ὅπου γὰρ ἀκολουθίαν ἐβούλετο εἰπεῖν, τὸ εὐθέως ἐπήγαγεν. ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ τότε οὐ περὶ τῶν μετὰ ταῦτα εὐθέως λέγων, ἀλλὰ τὰ ἐν τῷ καιρῷ ᾧ μέλλει ταῦτα γίνεσθαι ἅπερ ἔμελλεν λέγειν· οὕτω καὶ ὅταν λέγῃ “ἐν ἐκείναις ταῖς ἡμέραις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς,” οὐ τὸν ἑξῆς εὐθὺς λέγει καιρὸν, ἀλλὰ τὸν μετὰ πολλὰ ἔτη, καὶ τὸν καθ’ ὃν ταῦτα ἐγίνετο ἅπερ εἰπεῖν ἔμελλεν. καὶ γὰρ περὶ τῆς γεννήσεως τοῦ Χριστοῦ διαλεχθεὶς καὶ τῆς τῶν Μάγων παρουσίας, καὶ τῆς τελευτῆς Ἡρώδου, εὐθέως ἐπάγει, “ἐν ἐκείναις ταῖς “ἡμέραις παραγίνεται Ἰωάννης ὁ βαπτιστής.” καίτοι τριάκοντα μεταξὺ γέγονεν ἔτη, ἀλλ’ ἔθος τῇ γραφῇ τούτῳ κεχρῆσθαι τῆς ἱστορίας τῷ τρόπῳ· οὕτω δὴ καὶ ἐνταῦθα, τὸν μέσον ἅπαντα χρόνον παρελθὼν, τὸν ἀπὸ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων ἕως τῶν προοιμίων τῆς συντελείας τοῦ σύμπαντος κόσμου λέγει.

200, 11. ἀπατᾶν ἐπιχειρ. οἱ μὲν γὰρ ἐπὶ τῶν Ἀποστόλων τοὺς πολλοὺς ἠπάτων.

26. κ. τὴν οἰκουμένην.

In marg. Cod. B. diversa manu script. 12 σæc. Τοῦ ἁτίου Ευρίλλου σχόλιον. Ὥσπερ σώματος κειμένου νεκροῦ τὰ σαρκοβόρα τῶν πτηνῶν ἐπ’ αὐτὰ συντρέχει· οὕτως ὅταν ὁ υἱὸς τοῦ

491
ἀνθρώπου παραγένηται, τότε δὴ πάντες οἱ ἀετοὶ, τουτέστι οἱ τὰ ὑψηλὰ πετώμενοι καὶ ἀνωτάτων καὶ τῶν ἐπιγείων καὶ κοσμικῶν ἀνηνεγμένοι ἐπ’ αὐτὸν συνδραμοῦνται.