Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

20, 17. ἔθος ἀεί.

Τίνος δὲ χάριν μετὰ τριάκοντα ἔτη ἐπὶ τὸ βάπτισμα ἤλυθεν ὁ κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστός ; διὰ τὸ ταύτην εἶναι τὴν ἡλικίαν τὴν πάντα δέξασθαι δυναμένην τὰ ἁμαρτήματα· οὐδὲ γὰρ ἀεὶ πάντα ἡμῖν ἐπιτίθεται τὰ πάθη, ἀλλ’ ἐν μὲν πρώτῃ ἡλικίᾳ πολὺ τὸ ἀνόητον καὶ μικρόψυχον, ἐν δὲ τῇ μετ’ ἐκείνην σφοδροτέρα ἡ ἡδονή· καὶ μετὰ ταῦτα πάλιν ἡ τῶν χρημάτων ἐπιθυμία· διὰ τοῦτο πᾶσαν τὴν ἡλικίαν ἀναμείνας, καὶ διὰ πάσης πληρώσας τὸν νόμον, οὕτως ἐπὶ τὸ βάπτισμα ἔρχεται· καὶ γὰρ λύειν ἔμελλεν τὸν νόμον μετὰ τὸ βάπτισμα, καὶ ἵνα μὴ τινὲς εἴπωσιν, ὅτι διὰ τὸ μὴ δύνασθαι αὐτὸν πληρῶσαι ἔλυσεν αὐτὸν, ὅπερ ἦν ἔσχατον αὐτῷ κατόρθωμα, τουτέστιν τὸ βάπτισμα, καθὼς αὐτός φησιν πρὸς τὸν Ἰωάννην, “ οὕτω πρέπον ἡμῖν ἐστὶν πληρῶσαι πᾶσαν δικαι- “ οσύνην,” τοῦτο πληρώσας τὸν νόμον ὅλον ἐτήρησεν, δικαιοσύνην γὰρ τὴν ἐκπλήρωσιν καλεῖ τῶν ἐντολῶν πασῶν.

Διατί δὲ βάπτισμα τοῦτο ἐπενοήθη, ὁ βαπτιστὴς δηλοῖ λέγων· “ ὅτι ἐγὼ οὐκ ᾔδειν αὐτὸν, ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ “ τοῦτο ἦλθον ἐν ὕδατι βαπτίζων.”

Εἰ δέ τις εἴποι, καὶ εἰ αὕτη μόνη ἡ αἰτία, πῶς φησιν ὁ Λουκᾶς περὶ αὐτοῦ, ὅτι ἤλυθεν εἰς περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν ; γινωσκέτω ὅτι οὐκ εἶχεν ἄφεσιν ἁμαρτιῶν τοῦτο τὸ βάπτισμα. τὸ γὰρ δῶρον τοῦτο τοῦ μετὰ ταῦτα δοθέντος ἐστὶν, καὶ ἡμετέρου νῦν ὄντος βαπτίσματος· ἐν τούτῳ γὰρ συνετάφημεν τῷ Χριστῷ. ἀλλ’ ἐπειδὴ οὐκ ἤθελον οἱ Ἰουδαῖοι καταγινώσκειν τῶν οἰκείων ἁμαρτημάτων, ὡσανεὶ διὰ τούτου αὐτοὺς ἔπειθεν ὁμολογεῖν καὶ μετανοεῖν ἐπὶ τοῖς ἁμαρτήμασιν, ἵνα εὐκολώτερον τὴν μετὰ ταῦτα ἄφεσιν δέξωνται. εἰ γὰρ μὴ κατέγνωσαν ἑαυτῶν, οὐκ ἃν οὐδὲ τὴν χάριν ᾔτησαν. μὴ ζητοῦντες δὲ, οὐκ ἃν οὐδὲ τῆς ἀφέσεως ἔτυχον. μετὰ δὲ ταύτης καὶ ἑτέραν αἰτίαν χρὴ νοεῖν τοῦ βαπτίσματος. ἔστιν δὲ αὕτη·

462
ὅτι οὐκ ἦν ἶσον περιιέναι τὰς οἰκίας τὸν βαπτιστὴν, καὶ περιάγειν τὸν Χριστὸν τῆς χειρὸς λαβόμενον, καὶ λέγειν εἰς τοῦτον πιστεύσατε· ὡς πάντων μᾶλλον παραγενομένων καὶ ἀκουόντων τὴν μακαρίαν ἐκείνην φωνὴν ἐνεχθεῖσαν, καὶ τὰ ἄλλα ἐπιτελεσθέντα θεασαμενους ἀπάντα, οὐτῶ πιστεύσαι.

Διὰ τοῦτο οὖν προτρέπεται πάντας ὁ Ἰωάννης ἐπὶ τὸ βάπτισμα, καὶ γὰρ ἡ τοῦ βαπτίσματος ὑπόληψις καὶ ἡ τοῦ πράγματος ὑπόθεσις πᾶσαν τὴν πόλιν εἷλκεν, καὶ πρὸς τὸν Ἰορδάνην ἐκάλει. παραγενομένους δὲ αὐτοὺς καταστέλλει μηδὲν μέγα περὶ ἑαυτῶν φαντάζεσθαι, μηδὲ ἐπὶ τοῖς προγόνοις ἐγκαυχᾶσθαι, τοσούτων ὄντας ὑπευθύνους κακῶν, ἀλλὰ μᾶλλον δέχεσθαι τὸν παραγενόμενον· καὶ γὰρ συνεσκίαστο τὰ κατὰ τὸν Χριστὸν τέως, καὶ ἐδόκει τεθνάναι παρὰ πολλοῖς διὰ τὴν εἰς Βηθλεὲμ γεγενημένην σφαγήν. εἰ γὰρ καὶ δώδεκα ἐτῶν γενόμενος ἐξέφηνεν ἑαυτὸν, ἀλλὰ ταχέως καὶ συνεσκίασεν πάλιν· διὰ τοῦτο λαμπροτέρων ἔδει τῶν προοιμίων, καὶ ὑψηλοτέρας ἀρχῆς, καὶ γὰρ περὶ τῶν οὐρανῶν καὶ τῆς βασιλείας τῆς ἐκεῖ αὐτοῖς ἔλεγεν.

20, 30. τῆς προτέρας καὶ τ. ἔσχ’.