Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

13, 3. τῷ καλῷ τούτῳ. καὶ γάρ. 4. ἐνταῦθα τέως.

13, 8. λοιπόν. πῶς δὲ ἀδελφοὶ αὐτοῦ χρηματίζουσιν οἱ περὶ Ἰάκωβον· ὥσπερ καὶ οὗτος ὁ Ἰωσὴφ ἀνὴρ τῆς παναγίας παρθένου Μάριας ἐνομίζετο· πολλὰ γὰρ ἐγένετο παραπετάσματα τότε, ὥστε συσκιασθῆναι τέως τὸν τοιοῦτον τόκον.

Περὶ δὲ τοῦ ἀστέρος οὗ εἶδον οἱ Μάγοι ἐν τῇ ἀνατολῇ, χρὴ γινώσκειν ὅτι οὐ τῶν πολλῶν εἷς ἦν ὁ ἀστὴρ οὗτος· μᾶλλον δὲ οὐδὲ ἀστὴρ ἦν ἀλλὰ δύναμίς τις ἀόρατος εἰς ταύτην σχηματισθεῖσα τὴν ὄψιν. δῆλον δὲ τοῦτο, ὅτι πρῶτον μὲν καὶ ἥλιον καὶ σελήνην ἀστέρας ἐξ ἀνατολῶν ὁρῶμεν ἐπὶ δύσιν χωροῦντας, οὗτος δὲ ἀπὸ ἄρκτου εἰς μεσημβρίαν ἐφέρετο· οὕτω γὰρ ἡ Παλαιστίνη πρὸς τὴν Πέρσιδα κεῖται. δεύτερον δὲ ὅτι οὐκ ἐν νυκτὶ ἐφαίνετο, ἀλλ’ ἐν ἡμέρᾳ μέσῃ, ἡλίου λάμποντος, τρίτον ἀπὸ τοῦ φαίνεσθαι καὶ κρύπτεσθαι. ἕως μὲν γὰρ τῆς Παλαιστίνης ἐφαίνετο χειραγωγῶν.

457
ἐπειδὴ δὲ ἐπέβησαν τῶν Ἱεροσολύμων ἔκρυψεν ἑαυτόν. εἶτα πάλιν δείκνυσιν ἑαυτὸν, μετὰ τὸ ἐξελθεῖν αὐτοὺς ἐκ τοῦ Ηρώδου· ὅπερ οὐκ ἔστιν ἴδιον ἀστέρος, ἀλλὰ δυνάμεως τινος λογικωτάτης. τέταρτον ἀπὸ τοῦ τόπου τῆς δείξεως. κάτω γὰρ καταβὰς τὸν τόπον ἐδείκνυ. ἀδύνατον γὰρ ἦν ἄνω μένοντα τοῦτο ποιεῖν· ἐπειδὴ γὰρ ἄπειρον τὸ ὕψος, οὐκ ἤρκει οὕτω στενὸν τόπον χαρακτηρίσαι.

Τίνος δὲ χάριν οἱ Μάγοι ἔρχονται εἰς προσκύνησιν ; τοῦ Θεοῦ δηλονότι τούτους κινήσαντος διὰ τὴν τῶν Ἰουδαίων πώρωσιν· ἐπειδὴ γὰρ τῶν προφητῶν συνεχῶς ἀκούοντες λεγόντων περὶ τῆς αὐτοῦ παρουσίας, οὐ σφόδρα προσεῖχον, ἐποίησεν καὶ βαρβάρους ἐλθεῖν ἀπὸ γῆς μακρὰν, τὸν παρ’ αὐτοῖς τοῖς Ἰουδαίοις βασιλέα ἐπιζητοῦντας· καὶ παρὰ Περσικῆς φωνῆς μανθάνουσιν ἃ οὐκ ἠνέσχοντο μαθεῖν παρὰ τῶν προφητῶν· ἵνα ἃν μὲν εὐγνωμονῶσιν, μεγίστην ἔχωσιν τοῦ πείθεσθαι πρόφασιν· ἃν δὲ φιλονεικῶσιν, ἀπεστερημένοι λοιπὸν ὦσιν πάσης ἀπολογίας.

Διατὶ δὲ διὰ τῆς τοῦ ἀστέρος θεωρίας τοὺς Μάγους εἵλκυσεν καὶ οὐ διὰ φωνῆς ἄνωθεν ἐνεχθείσης αὐτοῖς, ἣ δι’ ἀγγέλου ἀποσταλέντος πρὸς αὐτούς ; ὅτι οὐκ ἂν προσέσχον· διὰ τοῦτο οὖν ὁ Θεὸς διὰ τῶν συνήθων αὐτοὺς καλεῖ, σφόδρα συγκαταβαίνων, καὶ δείκνυσιν ἄστρον μέγα καὶ ἐξηλλαγμένον, ὥστε καὶ τῷ μεγέθει καὶ τῷ κάλλει τῆς ὄψεως αὐτοὺς ἐκπλῆξαι· καὶ τῷ τρόπῳ τῆς πορείας, καὶ ἵνα λοιπὸν ὑψηλοτέρους ἐργάσηται. ἐπεὶ οὖν ἤγαγεν καὶ ἐχειραγώγησεν, καὶ πρὸς τὴν φάτνην ἔστησεν, οὐκέτι δι’ ἀστέρος ἀλλὰ δι’ Ἀγγέλου λοιπὸν αὐτοῖς διαλέγεται.

13, 24. τίνος ἕνεκεν τὸν χρόνον λέγει· “ ἐν ἡμέραις Ἡρώδου.”

13, 26. μ. ταῦτα Ἡρώδης ὁ τὸν πρόδρομον ἀνελών.

13, 27. Διατί δὲ καὶ τὸν τόπον κ. τ. καιρόν.