Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

οἷς ἀκολούθως τάς τε λοιπὰς ἐκκλησίας παρ’>ἡμῖν οἰκονομεῖσθαι γινώσκετε καὶ τῶν ἐπισημοτάτων >ἀναδεδεῖχθαι τοὺς ἱερεῖς. ὅθεν τῆς μὲν ἐν Κωνσταντινουπόλει >παγοῦς, ὡς ἂν εἴποι τις, ἑκκλησίας, ἢν ὥσπερ ἐκ στόματος >τος τῆς τῶν αἱρετικῶν βλασφημίας ὑπόγυον ἐξηρπάσαμεν διὰ >οἰκτιρμῶν τοῦ θεοῦ, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον >κτάριον ἐπίσκοπον κεχειροτονήκαμεν ἐπὶ τῆς οἰκουμενικῆς >μετὰ κοινῆς ὁμονοίας, ὑπ’ ὄψεσι καὶ τοῦ θεοφιλεστάτου >Θεοδοσίου παντός τε τοῦ κλήρου καὶ πάσης ἐπιψηφιζομένης πόλεως.

τῆς δὲ πρεσβυτάτης καὶ ὄντως ἀποστολικῆς ἐκκλησίας τῆς >ἐν Ἀντιοχείᾳ τῆς Συρίας, ἐν ᾗ πρώτῃ τὸ τίμιον τῶν >ἐχρημάτισεν ὄνομα, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον >Φλαβιανὸν οἵ τε τῆς ἐπαρχίας καὶ τῆς ἀνατολικῆς διοικήσεως [*](1 vgl. I Kor. 2, 7. Hebr. 1, 2 — 6—10 vgl. Mansi III 512 f. 557 f (Canon 5 von Constantinopel v. J. 381 S. 560) — 12 Can. Apostol. 34 (Mansi 1 36) — 12—15 Can. Nicaen. 4 Mansi II 893; vgl. Can. Sardic. 6 ebd. III 9 — 1819 ιι Tim. 4, 17 — 19/20 Rom. 12, 1 — 25/26 Act. 11, 26) [*](Β4 V F HN (n) + GS (s) = r AL (y) W) [*](1 πρὸ] πρὸ τῶν Y ι ὄντα πρὸ αἰώνων ~ ly, Cass. wie im Text ι 2 θεὸν] θεοῦ FA, deuni Cass. Cod. L ι 4 τὴν πίστιν τὴν παρ’ ἡμῶν] τὸ; παρ’ ἡμῶν und am Rand πίστιν Β4 ι τὴν2 > s ι 5 περὶ ὢν — 6 τῷ τε > s ι 7 γεγενημένῳ > Β4, factum Cass. ι 9 ἔναγχος: ἀρτίως ἧ πρὸ βραχέως am Rand Ac | 12 ἁγίων ἐν νικαία A ι 19 ὑπόγυον.. νεωστί am Rand AN ι 21 ἐπὶ — συνόδου am Rand Ac ι 22 βασιλέως > L ι 23 τοῦ übergeschrieben Αc 27 nach ἐπαρχίας + ἄπαντες expungiert A)

294
>δραμόντες κανονικῶς ἐχειροτόνησαν, πάσης συμψήφου τῆς >ὥσπερ διὰ μιᾶς φωνῆς τὸν ἄνδρα τιμησάσης· ἥνπερ ἔνθεσμον ἐδέξατο καὶ τὸ τῆς συνόδου κοινόν,

τῆς δέ γε μητρὸς ἁπα- >σῶν τῶν ἐκκλησιῶν τῆς ἐν Ἱεροσολύμοις τὸν αἰδεσιμώτατον >θεοφιλέστατον Κύριλλον ἐπίσκοπον εἶναι γνωρίζομεν, κανονικῶς >παρὰ τῶν τῆς ἐπαρχίας χειροτονηθέντα πάλαι καὶ πλεῖστα >τοὺς Ἀρειανοὺς ἐν διαφόροις χρόνοις ἀθλήσαντα.

>Οἷς ὡς ἐνθέσμως καὶ κανονικῶς παρ’ ἡμῖν κεκρατηκόσι καὶ τὴν >ὺμετέραν συγχαίρειν παρακαλοῦμεν εὐλάβειαν, τῆς πνευματικῆς >μεσιτευούσης ἀγάπης καὶ τοῦ κυριακοῦ φόβου πᾶσαν μὲν μεταστέλλοντος >ἀνθρωπίνην προσπάθειαν, τὴν δὲ τῶν ἐκκλησιῶν οἰκοδομὴν >προτιμοτέραν ποιοῦντος τῆς πρὸς τὸν καθ’ ἕνα συνηθείας ἢ χάριτος.

>οὔτω γὰρ τοῦ τε τῆς πίστεως συμφωνηθέντος λόγου καὶ τῆς Χρι- >στιανικῆς κυρωθείσης ἐν ἡμῖν ἀγάπης, παυσόμεθα λέγοντες τὸ παρὰ >τῶν ἀποστόλων κατεγνωσμένον· »ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ >Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ«, πάντες δὲ Χριστοῦ φανέντες, ὃς ἐν >ἡμῖν οὐ μεμέρισται, θεοῦ καταξιοῦντος, ἄσχιστον τὸ σῶμα τῆς >ἐκκλησίας τηρήσομεν καὶ τῷ βήματι τοῦ κυρίου μετὰ παρρησίας >παραστησόμεθα.«

Ταῦτα κατά τε τῆς Ἀρείου καὶ Ἀετίου καὶ Εὐνομίου μανίας, καὶ μέντοι καὶ κατὰ Σαβελλίου καὶ Φωτεινοῦ καὶ Μαρκέλλου, Παύλου τε τοῦ Σαμοσατέως καὶ Μακεδονίου γεγράφασιν. ὡσαύτως δὲ καὶ τὴν Ἀπολιναρίου καινοτομίαν προφανῶς ἀπεκήρυξαν εἰρηκότες· καὶ τὸν τῆς ἐνανθρωπήσεως δὲ τοῦ κυρίου λόγον ἀδιάστροφον σώζομεν, οὔτε ἄψυχον οὔτε ἄνουν ἢ ἀτελῆ τὴν τῆς σαρκὸς οἰκονομίαν παραδεχό- μενοι«.

[*](11 vgl. I Kor. 14, 12 — 15/16 I Kor. 1, 12 — 17 ι Kor. 1, 13 — 17/18 vgl. I Thess. 5, 23 — 18/19 Rom. 14, 10 — 23—26 ob. S. 292, 22—S. 292, 22—S. 293, 1)[*](B4 V F HN (a) + GS (s) = r AL (y) W)[*](1 ἐχειροτόνησαν — ἐκκλησίας > s ι 2 τιμησάσης] τιμήσαντες F ι 7 χρόνοισ Β4 temporibus Cass. τόποις VFryW, schwer zu entscheiden, da Cyiillus auch βer Jerusalem gewirkt hat, s. ob. S. 157, 21 f ι 10 καταστέλλοντος] καταγελῶντοσ V, per quem . . removetiir Cass. ι 12 ποιοῦντος B4W ποιούσησ VFry ι συνηθείας Β4FrW συμπαθείας Vy, nicht übersetzt von Cass. ι 16 ἀπολλῶ B4VS ἀπολλῶ die übr. HSS 1 17 θεοῦ] θεοῦ γὰρ B4 ι 20 καὶ Ἀετίου = Cass. > n ι 21 κατὰ > B4, contra Cass. ι 22 γεγράφασιν B4VW γεγραφήκασιν Fry ι 23 ἀπολλιναρίου Β4 ι 25/26 παραδεχόμενοι A)
295

Καὶ Δάμασος δὲ ὁ πανεύφημος, ταύτην μαθὼν ἀναφυεῖσαν τὴν αἵρεσιν, οὐκ Ἀπολινάριον μόνον ἀλλὰ καὶ Τιμόθεον τὸν ἐκείνου γε φοιτητὴν καθελὼν ἀπεκήρυξε· καὶ τοῦτο τοῖς τὴν Κῴαν ἰθύνουσιν ἐπισκόποις διὰ γραμμάτων δεδήλωκεν, ἅπερ ἐνθεῖναι τῇ συγγραφῇ νενόμικα χρήσιμον.

  • »Ἐπιστολὴ Δαμάσου ἐπισκόπου Ῥώμης.