Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Τὸ δὲ τμῆμα τὸ ἑῷον πολλαχόθεν τὴν λώβην ταύτην ἐδέξατο. Ἄρειός τε γάρ, Ἀλεξανδρείας τῆς Αἰγυπτίας πρεσβύτερος ὤν, ἐκεῖ τὴν βλασφημίαν ἐγέννησε· καὶ Εὐσέβιος καὶ Πατρόφιλος καὶ Ἀέτιος οἱ Παλαιστῖνοι, καὶ Παυλῖνος καὶ Γρηγόριος οἱ Φοίνικες, καὶ ὁ Λαοδικείας Θεόδοτος καὶ ὁ μετὰ τοῦτον Γεώργιος, καὶ μετὰ τούτων Ἀθανάσιός τε καὶ Νάρκισσος οἱ Κίλικες τὰ κακῶς καταβληθέντα ἐξέθρεψαν σπέρματα. Εὐσέβιός τε καὶ Θεογόνιος οἱ Βιθυνοὶ καὶ Μηνόφαντος ὁ ’Κφέσιος καὶ Θεόδωρος ὁ Περίνθιος καὶ Μάρις ὁ Χαλκηδόνιος καὶ ἕτεροί τινες ἀπὸ τῆς Θρᾴκης, ἀπὸ κακίας μόνης ἐπίσημοι, μέχρι πολλοῦ διετέλεσαν τῶν ζιζανίων τὴν σπορὰν ἀρδεύοντές τε καὶ διαθάλποντες.

τοῖς δὲ κακοῖς συνέπραξε γεωργοῖς Κωνσταντίου ἡ εὐκολία καὶ ἡ Βάλεντος μοχθηρία. τούτου δὴ εἵνεκα μόνης τῆς οἰκείας βασιλείας τοὺς ἐπισκόπους εἰς τὴν Κωνσταντινούπολιν συναθροισθῆναι προσέταξεν.

Ἐπειδὴ δὲ ἀφίκοντο πεντήκοντα δὲ ἤσαν καὶ ἑκατόν), παρηγ- [*]([ζ΄]) γύησε μηδένα οἱ μηνῦσαι ὅστις ὁ μέγας εἴη Μελέτιος· ἐβούλετο γὰρ ἐκ τῆς τοῦ ἐνυπνίου μνήμης μηνυθῆναι τὸν ἄνδρα.

καὶ ἐπειδὴ εἰς τὸν βασίλειον εἰσελήλυθεν οἶκον ἅπας ἐκεῖνος τῶν ἐπισκόπων ὁ ὅμιλος, τοὺς ἄλλους καταλιπὼν ἅπαντας τῷ μεγάλῳ Μελετίῳ προσέδραμε, καὶ οἷόν τις παῖς φιλοπάτωρ διὰ χρόνου μακροῦ θέας πατρικῆς ἀπολαύσας, περιεπτύσσετό τε καὶ κατεφίλει καὶ ὀφθαλμοὺς καὶ χείλη Λαὶ στέρνα καὶ τὴν κεφαλὴν καὶ τὴν στεφανώσασαν δεξιάν· ἐδήλωσε [*](23 vgl. ob. S. 32, 22) [*](* 15 — 18 Symeon. Vita Ambrosii 9) [*](B4 V F HN (n) + GS (s) = r AL (y)) [*](2 οὐαλεντινιανὸσ V ι 3 διεφύλαξε = Symeon] διετήρησε V ι 4 Τὸ δὲ: kein neues Capitel HSS ι τὸ ἑῶον Β4sy Symeon τῶν ἑώων n τῆσ ἓω VF orientis Cass. ι ταύτην τὸν λώβην ~ s ι 5 Ἄρειος τε: ζݲ am Rand y ι nach γάρ + ὁ Β4 ι 7 παλαιστηνοί Β4S ι 8 μετὰ τούτων B4] μετὰ τοῦτον VFn μετὰ τούτουσ y post quos Cass. μετ’ αὐτὸν s ι 9 τε > Β4VΗ ι νάρκισοσ Ns ι 10 θεόγνιοσ VAc ι 11 περίνθου y ι 12 Καλχηδόνιος y ι 13 τῶν] τῶν τε V τὴν vor τῶν ~ sy ι 13/14 ἀρδεύοντέσ τε καὶ διαθάλποντεσ Β4V ἄρδοντές τε καὶ θόλποντεσ Fry ι 14 διέπραξεν F ι 15 vor ἡ1 + τε ry ι ἕνεκα y ι 17 ἀθροισθῆναι B4, Symeon wie im Text ι 18 ἡ am Eand HSS ι 19 οἱ Β4V αὐτῶ ry > F ι Μελέτιος εἴη ~ A ι 21 ὁ vor τῶν ~ F ι 25 τὴν1 > ry)

287
δὲ καὶ τὴν ὄψιν ἣν εἶδε. φιλοφρονησάμενος δὲ καὶ τοὺς ἄλλους ἅπαντας, βουλεύσασθαι περὶ τῶν προκειμένων ὡς πατέρας ἠξίωσε.