Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

καὶ ἐν εἴκοσι ἡμέραις ἰσαρίθμους ἐξανύσαι σταδίους οὐκ ἴσχυσαν, ἕως οἱ στρατηγοί τε ἀφίκοντο καὶ τοὺς στρατιώτας συνήθροισαν. Λαὶ ἐν τῷ προτέρῳ δὲ πολέμῳ τούτους αὐτοὺς τὴν ἐπώνυμον τοῦ βσαιλέως πολιορκοῦντας πόλιν καταγελάστους ἀπέφηνε.

πλείους [*](1/2 vgl. Cod. Theod. XVI 10, 25 — —12 vgl. Socrat. YII 43, 1—5) [*](* 2/3 Theophyl. Bulg. Martyr. XV mart. 5 PC 126, 160 C 13? — —S 341,23 Niceph. H. Ε. XIV 4 — — S. 341, 23 Cass. X 28) [*](B V N + GS (s) = r AL (y)) [*](1 δὴ — 2 ἐκ s ι καὶ αὐτὰ — λειπόμενα > V ι 3 μηδὲ BV Theophyl. neque Cass. μηδὲν ry ι 4 τῷ] τῶν B ι 7 ῥωΐλασ V ῥώϊλασ (der Accent von zweiter Hand) B ῥωϊλὰσ s ῥοϊλᾶσ N ῾Ρωϊλᾶς Nie. ῥοΐλλοσ y Roilas Cass. ῾Ρούγας Socr.; vgl. ῾Ροῦας bei Priscus (F. H. G. IV 71 = Exe. de leg. S. 121 ed. de Βοοr), Roas Jordan. Get. 35, Rugila Chron. min. ed Mommsen I 058 u. 660 a. 433 u. 434 ι 8 τε > B ι 9 ποιῆσαι B ι 10 ποιῆσαι BL, vgl. δράσειν διανοούμενος Nie. ι θεὸς] κύριος B, maiestas divina Cass. ι 11 κατηνάλωσεν V ι 13 τοιουτότροπόν τι κἀν V τοιοῦτό δὲ τρόπον (auf Rasur) τι καὶ ἐν B τοιοῦτον δέ τι κἀν ry iale aliquid Cass. ι 14 τὴν] τῶν B ι τῶν > V ι 15 περὶ] παρὰ NGy 17 ὁ Vs ι καὶ1 B Cass. ι 18 μεγίστῃ βαλὼν ~ ry ι 19 δρόμον] τὸν δρόμον A)

341
γὰρ ἢ τριάκοντα ἡμέρας πανσυδὶ Γοροράνου τὴν προειρημένην κυκλώσαντος πόλιν, καὶ πολλὰς μὲν ἑλεπόλεις προσενεγκότος, μηχαναῖς δὲ χρησαμένου μυρίαις, καὶ πύργους ἔξωθεν ὑψηλοὺς ἀντεγείραντος, μόνος ἀντέσχεν ὁ θεῖος ἀρχιερεὺς (Εὐνόμιος δὲ τούτω, ὄνομα ἦν) καὶ τῶν προσφερομένων μηχανῶν τὴν ῥύμην διέλυσε. καὶ τῶν στρατηγῶν τῶν ἡμετέρων τὴν πρὸς τοὺς πολεμίοις ἀπειρηκότων μάχην καὶ τοῖς πολιορκουμένοις ἐπαρκεῖν οὐ τολμώντων, οὕτος ἀντιπαραταττόμενος ἀπόρθητον τὴν πόλιν ἐφύλαξεν.

ἑνὸς δὲ τῶν ὑπὸ τῶν βαρβάρων τελούντων βασιλέων τὴν συνήθη βλασφημίαν τετολμηκότος καὶ τὰ ῾Ραψάκου καὶ Σενναχηρεὶμ φθεγξαμένου καὶ μανικῶς ἀπειλήσαντος τὸν θεῖον πυρπολήσειν νεών, οὐκ ἐνεγκὼν τὴν λύτταν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τὸ λιθοβόλον ὄργανον παρὰ τὴν ἔπαλξιν τεθῆναι κελεύσας, ὃ τοῦ ἀποστόλου Θωμᾶ ἐπώνυμον ἦν, καὶ λίθοι μέγαν ἐπιτεθῆναι παρεγγυήσας, ἐν τῷ ὀνόματι τοῦ βλσαφημηθέντος ἀφεῖναι προσέταξεν.

ὁ δὲ κατευθὺ τοῦ δυσσεβοῦς βασιλέως ἐκείνου κατενεχθεὶς καὶ τῷ στόματι πελάσας τῷ μυσαρῷ, τό τε πρόσωπον διέφθειρε καὶ τὴν κεφαλὴν συνέτριψεν ἅπασαν καὶ τὸν ἐγκέφαλον διέρανε τῇ γῇ, τοῦτο θεασάμενος ὁ τὴν στρατιὰν ἀγείρας καὶ τὴν πόλιν αἱρήσειν ἐλπίσας ᾤχετο, τὴν ἧτταν διὰ τῶν πραγμάτων ὁμολογήσας, καὶ δείσας τὴν εἰρήνην ἐσπείσατο.

οὕτως ὁ τῶ,, ὅλων παμβασιλεὺς τοῦ πιστοτάτου κήδεται βασιλέως. καὶ γὰρ δὴ καὶ οὗτος τὴν δουλείαν ὁμολογεῖ καὶ τὴν ἁρμόττουσαν τῷ δεσπότῃ θεραπείαν προσφέρει.

Οὗτος τοῦ μεγάλου φωστῆρος τῆς οἰκουμένης τὰ λείψανα τῇ ποθούσῃ ἀποδέδωκε πόλει· ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο.

[*](10 f n Κön. IS, 17 f. Jes. 36, 2 f. 37, 17 — 24 f ob. 338, 14 f)[*](B Y N + GS (s) = r AL (y))[*](1 πανσυδὶ Yy πασσυδὶ s πανστρατὶ πανστρατὶ διῆγον N ι γοροράνου By Gororanus Cass. γοραράρου Y ηγαράνου s ἀράνου N ι εἰρημένην Y, praedectam Cass. j 2 μὲν > Y ι προενεγκόντος Y ι 3 δὲ Y ι 4 τούτου B I 5 μηχανημάτων ry, vgl. μηχανὰς Nie. [ 8 έπιπαρταττόμενοσ s ι 9 βασιλέων s, σατραπῶν Nie. ι 10 σενναχηρεὶμ VS σενναχειρεὶμ B μρὶμ A ειρὴμ G σεναχηρεὶμ NL ι 14 μέγαν ἐπιτεθῆναι] μέγα τεθῆναι B ι 17 συνέτριψεν] διέφθειρεν s συνέτριβε Nie, contrivit Cass. ι ἐνκέφαλον Β ι 18 διἐρρανεν L ι τοῦτον NA ι 19/20 ὁμολογῶν ry, vgl. ἀναβοῶν Nie, professus est Cass. 20 καὶ δείσας — ἐσπείσατο = Cass. > B ι 21 παμβασιλεὺς] βασιλεὺσ Β rex Cass., vgl. ob. S. 278, IG und ὁ δὲ τῶν ὅλων παμβασιλεὺς Theodovet Gr. aff. cur. S. 254, 26 [Raeder] ι 23 προσφέρει θεραπείαν ~ s ι 25 ἀπέδωκεν BN)
342