Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἐπειδὴ δὲ τοῦτο ὁ πιστότατος ἔγνω λεώς, ἐκάλυψεν τοῖς πορθμείοις τῆς Προποντίδος τὸ στόμα· πάντες γὰρ ὑπήντησαν τὰς ἐκ κηροῦ λαμπάδας προσάπτοντες. Τότε μὲν οὑν τὸ τῶν δυσμενῶν διελύθη στῖφος. ὀλίγων δὲ διελθόντων μηνῶν συνηθροίσθησαν αὖθις καὶ δίκας εἰσέπραττον οὐ τῶν ψευδῶν ἐκείνων γραφῶν, ἀλλὰ τῆς μετὰ τὴν καθαίρεσιν λειτουργίας.

ὁ δὲ ἔλεγε μήτε δικάσασθαι μήτε τῶν γραφῶν ἐπακοῦσαι μήτε ἀπολογίαν ποιήσασθαι μήτε μὴν κατακριθῆναι παρών, ἀλλ’ ὑπὸ βασιλέως ἐξελαθῆναί τε καὶ αὖ πάλιν ἀνακληθῆναι. καὶ συνόδου συγκροτηθείσης ἑτέρας, οὐκ ἐδεήθησαν δίκης οἵ δυσμενεῖς, ἀλλὰ τὸν βασιλέα πείσαντες ἔννομον καὶ δικαίαν εἶναι τὴν ψῆφον οὐ μόνον τῆς πόλεως ἐκείνης ἐξήλασαν, ἀλλὰ καὶ εἴς τινα πολίχνην σμικράν τε καὶ ἔρημον τῆς Ἀρμενίας ἐξέπεμψαν· Κουκουσὸς δὲ ὄνομα ταύτῃ.

κἀκεῖθεν δὲ ἐξαγαγόντες εἰς Πιτυοῦντα μετῴκισαν· τέρμα δὲ τοῦτο καὶ τοῦ Πόντου καὶ τῆς Ῥωμαίων ἡγεμονίας, τοῖς ὠμοτάτοις γειτονεῦον βαρβάροις. ἀλλ’ ὁ φιλάνθρωπος οὐκ εἴασε δεσπότης εἰς ἐκεῖνο [*](10—18 vgl. Sozomen. VIII 20, 4—22, 6. Socrat. VI 18, 6 f — 19—S. vgl. Sozomen. VIII 28, 2—3. Socrat. VI 21, 1. Symeon. Vita Joh. Chrys. Pallad. Dialog, de vita S. Joh. Chrys. 11. Georg. Alexandrin. ebd. 67. Theodor. Trimith. ebd. 25) [*](* 1—9 Georg. Alexandrin. Vita Chrys. 49 S. 226, 25. Symeon. Vita Chrys. 46 — 16—S. 336, 1 Cass. X 18 — 19—S. 336, 4 Georg. 67 S. 246, 7; 247, 1, 19 u. 29 B V HN (n) + GS (s) = r AL (y)) [*](1 νύκτωρ μεγίστου ~ V ι γενομένου n ι 2 ἐληλαμένον = Georg.] ἀπεληλαμένον n, vgl. ob. S. 278, 17 ι ἐστάλησαν BH mittebantur Cass. ι 6 ἐκάλυψεν B Georg. ἐκάλυψεν A ἐκάλυψαν die übr. HSS ι πορθμίοισ Bsy ι 7 πάντεσ B Georg. ἄπαντες Vry ι 8 προάπτοντεσ n ι 11 ἀλλὰ zweimal B ι 12 μήτε τῶν — 13 ποιήσασθαι > V ι 14 βασιλέων NGA ι 16 δίκαιον s ι εἶναι καὶ δικαίαν ~ B ι 17 μικράν s ι 18 ἀρμενείασ B ι 19 μετῴκησαν BVNG. ι 19/20 τοῦτο καὶ Vry Georg. καὶ τοῦτο B)

336
τὸ νησύδριον ἀπαχθῆναι τὸν καλλίνικον ἀθλητήν· εἰς γὰρ τὰ Κόμανα παραγενόμενον εἰς τὸν ἀγήρω καὶ ἄλυπον μετέθηκε βίον.

τὸ δέ γε καλῶς ἀγωνισάμενον σῶμα παρὰ τὴν θήκην ἀπετέθη Βασιλίσκου τοῦ μάρτυρος, τοῦτο δι’ ὀνείρατος προστεταχότος τοῦ μάρτυρος.

Ὁπόσοι μὲν οὑν τῶν ἐπισκόπων δι’ ἐκεῖνον τῶν ἐκκλησιῶν [*]([λς΄]) ἐξηλάθησαν καὶ αὐτὰς ᾤκησαν τὰς τῆς οἰκουμένης ἐσχατιάς, ὁπόσοι δὲ καὶ τῶν τὴν ἀσκητικὴν φιλοσοφίαν ἠγαπηκότων τοῖς ἴσοις παθήμασι περιέπεσον, περιττὸν οἶμαι διηγεῖσθαι καὶ μηκύνειν τὴν συγγραφήν, ἄλλως τε καὶ χρῆναι νομίζω συστέλλειν τὰ σκυθρωπὰ καὶ τῶν δεδρακότων ὁμοπίστων ὄντων συγκαλύπτειν τὰ πλημμελήματα.