Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

καὶ ὁ μὲν Γαϊνὰς τὴν ἐπαγγελίαν ἐξῄτει, ὁ δὲ μέγας Ἰωάννης ἀντέλεγε φάσκων οὐκ ἐξεἷναι βασιλεῖ τῶν θείων κατατολμᾶν, εὐσεβεῖν γε προαιρουμένῳ, ἐκείνου δὲ λέγοντος ὡς χρὴ καὶ αὐτὸν εὐκτήριον ἔχειν οἶκον· »ἅπας σοι«, ἔφη ὁ μέγας Ἰωάννης »θεῖος [*](1—S. 333, 5 vgl. Sozomen. VIII 4, 7—9. Socrat. VI 5, 8 — 7 f vgl. Matfch. 7, 6) [*](B V HN (n) + GS (s) = r AL (y)) [*](1 καὶ nur in B, fehlt bei Georg.; eratque Arianus Cass. ι τῆς — 2 μεταλαχών Vry (aber μετασχών L) τῆς ἀρίου μεταλαχών λόγοις, τῆς und ι von λόγοισ’ durch Corr., B ι 2 ἵνα οἱ ἠξίου δοῦναι τὸν βασιλέα τῶν θείων σηκῶν schreibe ich] ἵνα ἠξίου δοῦναι τὸν βασιλέα τῶν θείων σηκῶν B ἵνα δοῦναί οἱ τῶν θέων σηκῶν ἐπήγγειλε βασιλέα V ἵνα αὐτῶ δοῦναι τῶν θείων σηκῶν ἐπήγγειλε τὸν βασιλέα ry rogavit imperatorem ut intra civitatem ei unam daret ecclesiam Cass. μίαν ᾔτει . . . ἐκκλησίαν ἔνδον τῆς πόλεως Nic.; vgl. ἐντὸς τῆς πόλεως Georg. Socr. εἴσω τῆς πόλεως Symeon κατὰ τὺ πόλιν Inc. Vita Chrys. ἐν τῇ πόλει Sozomen. VIII 4, 7 danach vielleicht εἴσω τῆς πόλεως in unseren HSS ausgefallen ι 3 αὐτὸν BV Georg. > ry Nic., eum se placare Cass. ι 6 τὸν τοῦ βαρβάρου χαλινῶσαι ~ n, Georg, wie im Text ι 7 ὠ > V Georg. ι 8 μὲν > B Georg. ι 9 τε = Georg, > s ι 10 ἐκδοῦναι = Georg.] δοῦναι V, contradere Cass. ι 10/11 βάρβαρον Bry Nic. Cass. Georg.] τύραννον V ι 12 ἐπάκουε B Nic. Georg, ὑπάκουε ry ἄκουε V audi Cass., vgl. τοῦ βασιλέως ἐπακούοντος Sozom. VIII 4, 8 ι 13 ἥκιστα αἰτῆσαι = Nic. Georg.] μὴ αἰτεῖν αὐτὸν B, ut non praeszimat petere Cass. ι 15 γαϊνὰσ B Nic. Cass. > Vry Georg. ι 16 ἀντέλεγεν Ἰωάννης ~ V, Cass. wie im Text ι 17 εὐσεβεῖν γε προαιρουμένῳ = Georg.] καὶ μάλιστα εὐσεβεῖν προαιρουμένω B pietatem cudodienti Cass. εὐσεβεῖν ὅλως προαιρουμένῳ Symeon)

333
οἶκος ἀνέῳκται καὶ οὐδείς σε εἴργει προσεύξασθαι προθυμούμενον«.

»ἀλλ᾿ ἐγώ«, ἔφη ὁ Γαϊνάς, »ἑτέρας ὑπάρχω συμμορίας καὶ σὺν ἐκείνοις ἕνα θεῖον ἔχειν οἶκον αἰτῶ· καὶ μάλα γε δικαίως αἰτῶ, πολλοὺς ὑπὲρ Ῥωμαίων πολεμικοὺς ὑπομένων ἀγῶνας.« «ἀλλ᾿ ἔχεις«, ἴφη, »μείζους τῶν πόνων τὰς ἀντιδόσεις· στρατηγός τε γὰρ εἶ καὶ τῆς ὑπατικῆς ἠξιώθης στολῆς, καὶ χρή σε σκοπῆσαι τί μὲν ἦσθα πάλαι,

τί δὲ γεγένησαι νῦν, καὶ τίς μὲν ἡ προτέρα πενία, τίς δὲ ἡ παροῦσα περιουσία, καὶ ὁποίοις μὲν ἐσθήμασιν ἐκέχρησο πρὶν διαβῆναι τὸν Ἴστρον, ὁποῖα δὲ νῦν περιβέβλησαι. σκόπησον τοίνυν ὡς ὀλίγοι οἱ πόνοι, μέγιστα δὲ τὰ γέρα, καὶ μὴ γίνου περὶ τοὺς τετιμηκότας ἀχάριστος«.

τοιοῖσδε χρώμενος λόγοις ὁ τῆς οἰκουμένης διδάσκαλος ἐπεστόμισε τὸν Γαϊνὰν καὶ σιγὴν ἄγειν ἠνάγκασε, Χρόνου δὲ διελθόντος τὴν πάλαι μελετηθεῖσαν ἐκεῖνος ἐγύμνωσε [*]([λδ΄]) τυραννίδα, καὶ τὴν στρατιὰν ἐν τῇ Θρᾴκῃ συναγαγὼν ἐληίζετό τε καὶ ἐδῄου τὰ πλεῖστα.