Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ποτὲ μὲν γὰρ συνωμολόγει καὶ αὐτὸς ἐκ τῆς ἁγίας παρθένου προσειλῆφθαι τὴν σάρκα, ποτὲ δὲ οὐρανόθεν ταύτην τῷ θεῶ λόγῳ συγκατεληλυθέναι ἔφησεν, ἄλλοτε δὲ αὐτὸν γεγενῆσθαι σάρκα, οὐδὲν ἐξ ἡμῶν εἰληφότα. καὶ ἑτέρους δὲ μύθους καὶ λήρους ταῖς θείαις ἐπαγγελίαις συνέζευξεν, οὓς καὶ λέγειν περιττὸν ἐπὶ τοῦ παρόντος νενόμικα.

ἐκεῖνος μὲν οὖν τοιαῦτα λέγων οὐ μόνον τοὺς οἰκείους τῷ λύμης ἐνέπλησεν, ἀλλὰ καί τισι τῶι· ἡμετέρων τῆς λώβης μετέδωκε. χρόνῳ γὰρ ὕστερον τήν τε σφετέραν ὁρῶντες εὐτέλειαν καὶ τὴν τῆς ἐκκλησίας θεώμενοι περιφάνειαν, συνήφθησαν μὲν πλὴν ὀλίγων ἅπαντες καἰ τῆς ἐκκλησιαστικῆς κοινωνίας μετέλαχον· τὴν δὲ προτέραν οὐκ άπέθεντο νόσον, ἀλλὰ καὶ πολλοὺς τῶν πάλαι ἐρρωμένων ταύτης ἐνέπλησαν.

ἐκ τῆσδε τῆς ῥίζης ἐν ταῖς ἐκκλησίαις ἐβλάστησεν ἡ μία τῆς σαρκὸς καὶ τῆς θεότητος φύσις καὶ τὸ τῇ θεότητι τοῦ μονογενοῦς προσάπτειν τὸ πάθος καὶ τἄλλα ὅσα τοῖς τε λαοῖς καὶ τοῖς ἱερεῦσι τὴν διαμάχην γεγέννηκεν. ἀλλὰ ταῦτα μὲν ὕστερον γεγένηται.

Τότε δὲ ἀφικομένου Σάπωρος τοῦ στρατηγοῦ καὶ τὸν βασιλικὸν ὑποδείξαντος νόμον, ἰσχυρίζετο μὲν ὁ Παυλῖνος αὐτὸς εἶναι τῆς Δα- [*](18—20 vgl. Anathematismen des Cyrillus und Gegen- Anatliem. des V u. XII: Hahn, Bibliothek der Symbole S. 313. 316—318) [*](* 10 Suidas ’Απολινάριος am Ende —22 —S. 282, 6 Theophan. 66, 31 — 23—S. 282, 17 Cod. syriac. Br. Mus. Add. 14, 533 f. 168 r (= Σ)) [*](B V F HN (n) + GSP (s) = r AL (y)) [*](2 /3 μεταδέδωκεν B ι 4 ἡ2 > VF ι 5/6 ἑαὶ ἕτερα παρὸς τούτοισ 6 ἐνεόχμωσεν B ἐνεώχμωσεν V εἶπεν Fry asseruit Cass. ι ἐσφαλμένῃ —διανοίᾳ > B am Ende der Seite, vesanus Cass. ι vor διανοίᾳ + τῆ P + καὶ L ι 7 γὰρ > n, etenim Cass. ι 8/9 ἔφησεν B φησίν VFry > Cass. ι 9 δὲ > s ι 10 δὲ > V ι 11 nach παρόντος + εἶναι B, vgl. S. 168, 5 ι 12 λύμης] βλόβησ H ι 13 τῆς λώβης] ταίτης n, huiusmodi lepra Cass. ι γὰρ] δὲ V, vero Cass. ι 14 τε > P 18 ἐκ τῆσδε] ἐκ δὲ s, ex hac ergo Cass. ι 19 τῆς > VFr ι 20 τοῖσ’ τε BV τε τοῖσ’ SP τοῖσ’ nG τε τοῖσ’ ἄλλοισ y τοῖσ’ ἄλλοισ’ F, et ’a quaecumque populis Cass. ι λαοῖς > F ι 21 γεγέννηκεν] γεγενημένην P ι 22 Τότε δὲ] τὸ δὲ B ι 28 παυλίνοσ B, u. so immer)

281
μασοῦ μερίδος, ἰσχυρίξετο δὲ καὶ ’Aπολινάριος κατακρύπτων τὴν νόσον· ὁ δὲ θεῖος Μελέτος ἡσυχῇ καθῆστο, τῆς ἐκείνων ἀνεχόμενος ἔριδος, Φλαβιανὸς δὲ ὁ σοφώτατος,

τῷ τῶν πρεσβυτέρων ἐγκατειλεγμένος ἔτι χορῷ, πρῶτον μὲν πρὸς τὸν Παυλῖνον ἔφη τοῦ στρατηγοῦ ἐπαΐὄντος· εἰ τὴν Δαμάσου, ὦ φιλότης, κοινωνίαν ἀοπάξῃ, ἐπίδειξον ἡμῖν σαφῶς τὴν τῶν δογμάτων συγγένειαν· ἐκεῖνος γὰρ μίαν τὴν τῆς τριάδος οὐοίαν ὁμολογῶν τἀς τρεῖς ὑποστάσεις διαρρήδην κη- ρύττει, οὐ δὲ ἄντικρυς τῶν ὑποστάσεων ἀναιρεῖς τὴν τριάδα.