Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ὁ δὲ μέγας Ἰωάννης τοὺς τῆς ἐκκλησίας δεξάμενος οἴακας τάς τε παρά τινων γιγνομένας ἀδικίας σὺν παρρησίᾳ διήλεγχε, καὶ βασιλεῖ καὶ βασιλίδι παρῄνει τὰ πρόσφορα, καὶ τοὺς ἱερέας ἠξίου κατὰ τοὺς κειμένους πολιτεύεσθαι νόμους, τοὺς δὲ τούτους παραβαίνειν τολμῶντας ἐπιβαίνειν τῶν ἀνακτόρων ἐκώλυεν, οὐ χρῆναι λέγων τῆς μὲν τῶν ἱερέων ἀπολαύειν τιμῆς, τὴν δὲ τῶν ἀληθινῶν ἱερέων μὴ ζηλοῦν βιοτήν.

καὶ ταύτην ἐποιεῖτο τὴν προμήθειαν οὐ μόνον ἐκείνης τῆς πόλεως, ἀλλὰ καὶ τῆς Θρᾴκης ἁπάσης εἰς (εἰς δὲ αὕτη ἡγεμονίας διῄρηται)· καὶ τῆς Ἀσίας ὅλης (ὑπὸ ἕνδεκα δὲ καὶ ἀρχόντων ἰθύνεται). καὶ μέντοι καὶ τὴν Ποντικὴν τούτοις κατεκόσμει τοῖς νόμοις· ἰσαρίθμους δὲ καὶ αὕτη ἔχει τῇ Ἀσίᾳ τοὺς ἡγουμένους.