Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ὁ δέ· »οὐκ ἐμοῦ ἕνεκα«, ἔφη, »ταῦτα οὕτος τεθέαται· ἐγὼ γὰρ τοῖς τὴν νίκην ὑπεσχημένοις πεπίστευκα. ἀλλ’ ἵνα μή τις ὑπολάβῃ με ὡς τῆς παρατάξεως ὀριγνώμενον πλάσαι τὴν ὄψιν, καὶ τούτῳ ταῦτα μεμήνυκεν ὁ τῆς ἐμῆς βασιλείας ἐπίκουρος, ἵνα μάρτυς ἀξιόχρεως γένηται τῆς ἐμῆς διηγήσεως· πρώτῳ γὰρ ἐμοὶ ταύτην ο κοινὸς δεσπότης τὴν ὄψιν ὑπέδειξεν.

ἀποσκευασάμενοι δὴ οὖν τὸ δέος τοῖς προμάχοις καὶ πολεμάρχοις ἑπώμεθα, καὶ μηδεὶς τῷ πλήθει τῶν πολεμούντων σταθμάσθω τὴν νίκην, ἀλλὰ τῶν ἡγουμένων λογιζέσθω ἕκαστος τὴν δύναμιν‘. ταῦτα καὶ τοῖς στρατιώταις [*](3/4 vgl. Rufin. H. E. XI 33 S. 1038, 11 [Georg. Mon. 591, 11]. Sozomen. VII 24, 4. Socrat. V 25, 12. Joh. Antioch. fr. 187. Oros. VII 35, 14 — 10 vgl. Sozomen. VII 24, 2) [*](* 2—16 Cedren. I 567, 15 — 2—21 Cass.) [*](B V F HN (n) + GS (s) = r AL (y)) [*](1 ὑποληφθείσης BG ι 2 ἀκρονυχία BNGA ι 3 πάννύχιον sie B ι 5 μὲν > L ι τὴν γνώμην ὁ ὕπνος ~ B ι 6 χοῦ nur in B, vgl. ἐπὶ ψιλοῦ κείμενος τοῦ ἐδάφους Nic., ἐπὶ τοῦ ἐδάφους Cedren. ι 7 ὀχουμένων Α ι 10 ἔλεγεν ἑαυτὸν ~ FH ι 13 λοχαγωγῶ BN ι 14 τοῦτον] αὐτὸν s ι ἀνήγαγεν B ἀπήγαγε VFry ι 16 ταῦτα ἔφη ~ n ι 16/17 τεθέαται οὗτος ~ B, haec iste vidit Cass. ι 17 ὑπεσχημένοις VF Nic. ὑποσχομένοις ry ὑπισχνουμένοισ B ι 18 ὡς > B ι ὀριγνόμενον B ι ὄψιν] νίκην n, quod ego vidi Cass. ι 22 πολεμάρχαις NGL ι 23 σταθμάσθω] σταθμῶι V ι 24 ἕκαστος λογιζέσθω (ω aus αι corr.) ~ Β)

326
εἰπὼν καὶ ταύτῃ ἅπαντας προθυμίας ἐμπλήσας ἐκ τῆς τοῦ ὄρους κατήγαγε κορυφῆς.