Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ὁ δὲ πνευστιῶντας ἰδὼν καὶ τῷ ἄσθματι μηνύοντας τὴν σπουδήν, νίκης ἀγγέλους ὑπέλαβε, [*](10—18 vgl. Rufin. H. Ε. XI 33 S. 1039, 5. Sozomen. YII 24, 67. V 25, 14. Augustin. De civ. dei V 26. Oros. VII 35, 17 f. Claudian. De III cons. Honor. 93) [*](B V F HN (n) + GS (s) = r AL (y)) [*](1 ταύτης ἅπαντας τῆς προθυμίας V nur noch τῆς προθυμίασ zu lesen F öchert) ι 3 πολεμησείοντας VF πολεμήσοντας Bry, vgl. πολεμησείοντα τὸν στρατὸν Nic. ι 4 vor αὐτὸς + καὶ V ι γηλόφου BV Nic. γαιολόφου NG γεωλόφου FHSy ι θανατᾶν BVnS Nic. θανατοῦν Gy θανατῶντα F ι τε > F ι 5 ἀπαλλαξείοντα V ἀπαλλακτιῶντα F ἀπαλλάξαντα B ἀπαλλάξειν Nsy ἀπαλλά dann in leerem Raum von junger Hand ξειν H ι 6 οἱ nur in B ι 8 nach βασιλεῖ + λίαν VF ι 9 καὶ > B ι 10 ἀληθῶς Vs ι 11 ὀϊστοῦς] ἰοὺς VF ι 12 πέλτα VFry παλτὰ B, παλτὰ Gaisford, was richtiger scheint; vgl. aber πελτῶν (auch B) S. 179, 11 ι 13 πέλτας τῆς πημένην B ι τοῦ > B ι 16 ἐπαμύνειν] ἐπιμύειν V ι ἠνάγκαζεν πολεμουμέναις ~ B ι 18 ἀπέκτεινον V γρ. κατέκτεινον Vm ι ἐπιγνόντες — S. 327 3 παντὸς zerrissen in F ι 19 > Gy ι 20 ἠντιβόλουν B Nic. ἠντιβόλησαν VFry ι δὲ2] τε n. ι 23 ἀγγελίαν V)

327
καὶ ἤρετο εἰ καὶ Θεοδόσιον πεπεδημένον ὡς προσετάχθησαν ἤγαγον. οἱ δέ· »οὐκ ἐκεῖνον«, ἔφησαν, »σοὶ προσάγομεν, ἀλλὰ σὲ πρὸς ἐκεῖνον ἀπάγομεν· τοῦτο γὰρ ὁ τοῦ παντὸς προσέταξε πρύτανις«.

ταῦτα λέγοντες ἐξανέστησάν τε ἐκ τοῦ δίφρου καὶ τὰ δεσμὰ ἐπιθέντες πεπεδημένον ἀπήγαγον καὶ προσήγαγον δορυάλωτον τὸν πρὸ βραχέως μεγαλαυχούμενον. ὁ δὲ βασιλεὺς τῶν τε εἰς Βαλεντινιανὸν πλημμεληθέντων ἀνέμνησε καὶ τῆς παρανόμου τυραννίδος καὶ τῶν κατὰ τῆς ἐννόμου βασιλείας πολέμων·

ἐκωμῴδησε δὲ καὶ τὴν Ἡρακλέους εἰκόνα καὶ τὸ μάταιον δι’ ἐκείνην γενόμενον θράσος. καὶ τότε δικαίαν καὶ ἔννομον ἐξήνεγκε τῆς κατ’ αὐτοῦ τιμωρίας τὴν ψῆφον. τοιοῦτος ἢν ἐκεῖνος καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμω, ἀεὶ μὲν τὴν θείαν ἐπικουρίαν αἰτῶν, ἀεὶ δὲ ταύτης μεταλαγχάνων.

Μετὰ τήνδε τὴν νίκην ἀρρωστήσας τοῖς υἱέσι τὴν βασιλείαν [*]([κζ΄]) διένεμε. καὶ τῷ μὲν πρεσβυτέρῳ τὴν οἰκείαν ἔδωκεν ἡγεμονίαν, τῷ δὲ νεωτέρῳ τῆς Εὐρώπης τὰ σκῆπτρα· τὴν εὐσέβειαν δὲ τελείαν καὶ τοῦτον ἔχειν κἀκεῖνον παρῄνεσε.