Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

τὴν μὲν οὑν τῶν ἐκκλησιῶν εἰρήνην τοῦτον τὸν τρόπον ὁ πιστότατος ἐπρυτάνευσε βασιλεύς.

Πρὸ δὲ τῆς γεγενημένης εἰρήνης, τήν τε Βαλεντινιανοῦ τελευτὴν [*]([κε΄]) καὶ τὴν Εὐγενίου τυραννίδα μαθὼν εἰς τὴν Εὐρώπην ἐστράτευσε. κατ’ ἐκεῖνον δὲ τὸν χρόνον ἦν τις Ἰωάννης ἐν Αἰγύπτῳ τὴν ἀσκητικὴν ἀσπαζόμενος πολιτείαν.

οὗτος πνευματικῆς μεταλαχὼν χάριτος πολλὰ τοῖς πυνθανομένοις προὔλεγε τῶν ἐσομένων. πρὸς τοῦτον ὁ φιλόχριστος ἀπέστειλεν βασιλεύς, εἰ πολεμητέον τοῖς τυράννοις μαθεῖν ἐφιέμενος. καὶ ἐπὶ μὲν τοῦ προτέρου πολέμου τὴν ἀναι μωτὶ γενομένην προηγόρευσε νίκην, ἐπὶ δὲ τοῦ δευτέρου μετὰ πολὺν φόνον νικήσειν τὸν βασιλέα προείρηκε.

Μετὰ τοιαύτης ἐλπίδος στρατεύσας ὁ βασιλεὺς πολλοὺς μὲν τῶν ἐναντίων παραταττόμενος κατηκόντισε, πολλοὺς δὲ τῶν ἐπικουρούντων αὐτῷ βαρβάρων ἀπέβαλε. τῶν δὲ στρατηγῶν ὀλίγους εἶναι τοὺς συμπαραταττομένους φησάντων καὶ ἀνακωχήν τινα δοῦναι τῷ πολέμῳ συμβουσευσάντων, ὥστε τοῦ ἦρος ἀρχομένου στρατιὰν συναγεῖραι καὶ τῷ πλήθει περιγενέσθαι τῶν δυσμενῶν, οὐκ ἐδέξατο τὴν εἰσήγησιν ὁ πιστότατος βασιλεύς.

οὐ γὰρ ἔφη χρῆναι τοσαύτην μὲν ἀσθένειαν τοῦ σωτηρίου κατηγορῆσαι σταυροῦ, τοσαύτην δὲ προσμαρτυρῆσαι δύναμιν τῇ τοῦ Ἡρακλέους εἰκόνι· ταύτης μὲν γὰρ ὁ σταυρὸς ἡγεῖται τῆς στρατιὰς, τῆς δὲ τῶν ἀντιπάλων ἐκείνη.. τούτων οὕτω πιστῶς [*](6 ob. S. 320, 17 — 8—16 vgl. Rufin. H. Ε. XI 32 u. 19 [Georg. Mon. 589, 1. 590, 15]. Sozomen. VII 22, 7—8. Pallad. Hist. Lausiaca ed. Butler S. 100, 16. Hist. monach. in Aegypto ed. Preuschen I, 1 S. 4. Cedren. I S. 568, 12. Prosper Tiro Chronic, a. 394. Augustin, De cura pro mort. ger. 17. De civ. dei V 26 — 17—19 vgl. Rufin. H. E. XI 33 S. 1038, 6. Socrat. V 25, 11. Sozomen. VII 24 Zosim. lY 58, 2—3. Philostorg. 2. Joh. Antioch. fr. 187) [*](* 19—S. 327, 12 Niceph. H. E. XII 39) [*](B V F HN (n) + GS (s) = r AL (y)) [*](2 γνῶντεσ BG ι οἱ nur in B ι 4 ἰνοκέντιοσ NL ι 7 ἐπρυτάνευσεν ὁ πιστότατος ~ VF ι 8 κε am Rand HSS ι δὲ BVF δέ γε ry ι οὐαλεντινιανοῦ BV ι 10 καιρὸν L ι 14 μαθεῖν vor 13 τοῖς ~ s ι 15 γενομένην nur in B, vgl. S. 305, 8 ι 20 παραταττομένουσ B ι 25 ἡρακλέωσ BG)

325
εἰρημένων καὶ τῆς ὑπολειφθείσης στρατιᾶς ὀλίγης τε οὔσης καὶ λίαν ἀθυμούσης, εὑρὼν οἰκίσκον εὐκτήριον ἐν τῇ τοῦ ὄρους ἀκρωνυχίᾳ ἐν ὧ, τὸ στρατόπεδον ἢν, πάννυχος διετέλεσε τὸν τῶν ὅλων δεσπότην ἀντιβολῶν.

Περὶ δὲ ἀλεκτρυόνων ᾠδὰς ἐνίκησε μὲν ὁ ὕπνος τὴν γνώμην. ἐπὶ δὲ τοῦ δαπέδου χοῦ κείμενος ὁρᾶν ἐδόκει δύο τινὰς λευχειμονοῦντας ἄνδρας ἐφ’ ἵππων ὀχουμένους λευκῶν, οἳ θαρρεῖν τε ἐκέλευον καὶ τὸ δέος ἐξελάσαι καὶ ὑπὸ τὴν ἕω καθοπλίσαι καὶ τάξαι τὴν στρατιὰν εἰς παράταξιν· ἐπίκουροι γὰρ ἔλεγον ἀπεστάλθαι καὶ πρόμαχοι.

καὶ ὁ μὲν Ἰωάννην ἑαυτὸν ἔλεγεν εἶναι τὸν εὐαγγελιστήν, ὁ δὲ Φίλιππον τὸν ἀπόστολον. ταύτην ἰδὼν τὴν ὄψιν ὁ βασιλεὺς οὐκ ἔληξε τῆς ἱκετείας, ἀλλὰ μετὰ πλείονος ταύτην προθυμίας προσέφερε τοῦτο καὶ στρατιώτης τις θεασάμενος δεδήλωκε τῷ λοχαγῶ,