Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ὁ δὲ τῆς θείας σοφίας ἐμφορηθεὶς τοιοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις· εἴπατε, ὢ φίλοι ἄνδρες, τῷ βασιλεῖ· οὐ βασιλεὺς εἶ μόνον, ἀλλὰ καὶ ἄνθρωπος. μὴ τοίνυν μόνην ὅρα τὴν βασιλείαν, ἀλλὰ καὶ τὴν φύσιν λογίζου· ἄνθρωπος γὰρ ὢν ὁμοφυῶν βασιλεύεις·

κατ’ εἰκόνα δὲ θείαν καὶ ὁμοίωσιν ἡ τῶν ἀνθρώπων δεδημιούργηται φύσις. μὴ τοίνυν ὠμῶς οὕτω καὶ ἀπηνῶς τοῦ θεοῦ τὴν εἰκόνα κατασφαγῆναι κελεύσῃς· παροξύνεις γὰρ τὸν δημιουργὸν τὴν ἐκείνου κολάζων εἰκόνα. σκόπησον γὰρ ὡς καὶ σὺ χαλκῆς ἕνεκα δυσχεραίνων εἰκόνος ταῦτα ποιεῖς· ὅσον δὲ τῆς ἀψύχου διαφέρει ἡ ἔμψυχός τε καὶ ζῶσα καὶ λογική, δῆλον ἅπασι τοῖς γε νοῦν ἔχουσι.

πρὸς δὲ τούτοις λογισάσθω κἀκεῖνο, ὡς ἡμῖν μὲν ῥᾴδιον ἀντὶ τῆς μιᾶς εἰκόνος πολλὰς δημιουργῆσαι χαλκᾶς, αὐτῷ δὲ πάμπαν ἀδύνατον μίαν γοῦν τῶν ἀναιρεθέντων δημιουργῆσαι τρίχα.«

Ταῦτα ἀκούσαντες οἱ θαυμαστοὶ ἄνδρες ἐκεῖνοι διεπόρθμευσαν τὰ εἰρημένα τῷ βασιλεῖ καὶ τὴν τοῦ θυμοῦ κατέσβεσαν φλόγα. καὶ ἀντὶ τῶν ἀπειλῶν ἐκείνων ἀπολογίαν ἔγραψε καὶ τῆς ὀργῆς τὴν [*](8/9 vgl. Job. Chrys. Ad pop. Ant. Hom. 17 PG 49, 173 Ζ. 34 — 17/18 vgl. Gen. 1, 26—27 — 19—26 vgl. Joh. Chrys. ebd. 173 Ζ. 22 — 27/28 Chrys. ebd. 174 Ζ. 56) [*](B V F HN (n) + GS (s) = r AL (γ)) [*](1 ὑπουρίαν F ὕπουριν B ι 3 δὲ] τε B, aidem Cass. ι 4 θείον B ι δὲ > L ι 5 ὀρέων B Nie. ὀρῶν YFry, vgl. ob. S. 248, 15 u. Gr. aff. cur. S. 256, 20 [Raeder] ι 7 ὀργὴν] ὁρμὴν H ι μὴν nur in BV ι 10 μικρὸν = Symeon Cedren. Cass. > B (am Zeilenende) u. Σ ι ῥακκία A ῥόκη n ι 11 ἐπειδὴ] ἐπεὶ n 13 ἐζήτουν ny ι 21 δυσχεραίνων Am ι 24 κἀκεῖνο BY Nie. Symeon Cedren, Cass. Σ κἀκεῖνα Fry ι 26 γοῦν = Nie. Symeon Cedren. vel (unum) Cass. > B)

317
αἰτίαν ἐδήλωσεν. »οὐκ ἔδει γάρ«, ἴφη, »ἐμοῦ πλημμελήσαντος, γυναῖκα πάσης εὐφημίας ἀξιωτάτην τοσαύτην μετὰ τελευτὴν δέξασθαι παροινίαν, κατ’ ἐμοῦ δὲ ἐχρῆν τὸν θυμὸν τοὺς ἀγανακτοῦντας ὁπλίσαι«.

προστέθεικε δὲ ὡς ἀλύει καὶ ἀνιᾶται, τινὰς ὑπὸ τῶν ἀρχόντων ἀνῃρῆσθαι μαθών. ἐγὼ δὲ ταῦτα διεξῆλθον, καὶ τοῦ πανευφήμου μονάζοντος τὴν παρρησίαν οὐχ ἡγησάμενος δίκαιον παραδοῦναι λήθῃ καὶ τὸν νόμον ἐκεῖνον δεικνὺς ὀνησιφόρον, ὃν ὁ μέγας Ἀμβρόσιος τραφῆναι παρῄνεσεν.