Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

προστέθεικε δὲ ὡς ἀλύει καὶ ἀνιᾶται, τινὰς ὑπὸ τῶν ἀρχόντων ἀνῃρῆσθαι μαθών. ἐγὼ δὲ ταῦτα διεξῆλθον, καὶ τοῦ πανευφήμου μονάζοντος τὴν παρρησίαν οὐχ ἡγησάμενος δίκαιον παραδοῦναι λήθῃ καὶ τὸν νόμον ἐκεῖνον δεικνὺς ὀνησιφόρον, ὃν ὁ μέγας Ἀμβρόσιος τραφῆναι παρῄνεσεν.

Ὁ δὲ πιστότατος βασιλεὺς κατὰ τῆς Ἑλληνικῆς πλάνης μετέθηκε τὴν σπουδὴν καὶ νόμους ἔγραψε τὰ τῶν εἰδώλων τεμένη καταλυθῆναι κελεύων. Κωνσταντῖνος μὲν γὰρ ὁ μέγας, ὁ πάσης ἀξιώτατος εὐφημίας, πρῶτος εὐσεβείᾳ τὴν βασιλείαν κοσμήσας καὶ τὴν οἰκουμένην ἔτι μεμηνυῖαν ὁρῶν, τὸ μὲν τοῖς δαίμοσι θύειν παντάπασιν ἀπηγόρευσε, τοὺς δὲ τούτων ναοὺς οὐ κατέλυσεν ἀλλ’ ἀβάτους εἷναι προσέταξε.

καὶ μέντοι καὶ οἱ τούτου παῖδες τοῖς πατρῴοις ἠκολούθησαν ἴχνεσιν. Ἰουλιανὸς δὲ ἀνενεώσατο τὴν ἀσέβειαν καὶ τῆς παλαιᾶς ἐξαπάτης ἐξῆψε τὴν φλόγα. Ἰοβιανὸς δὲ τὴν βασιλείαν παραλαβὼν ραλαβὼν πάλιν τὴν τῶν εἰδώλων ἐκώλυσε θεραπείαν.

καὶ Βαλεντινιανὸς δὲ ὁ μέγας τοιοῖσδε κεχρημένος νόμοις ἴθυνε τὴν Εὐρώπην. ὁ δὲ βάλῃς πᾶσι μὲν τοῖς ἄλλοις ἐπέτρεψε θρησκεύειν ᾖ βούλονται καὶ τὰ θρησκευόμενα θεραπεύειν, μόνοις δὲ πολεμῶν διετέλει τοῖς τῶν ἀποστολικῶν ὑπερμαχοῦσι δογμάτων.

πάντα γοῦν τὸν τῆς ἐκείνου βασιλείας χρόνον, καὶ τὸ ἐπιβώμιον ἥπτετο πῦρ, καὶ σπονδὰς καὶ θυσίας τοῖς εἰδώλοις προσέφερον, καὶ τὰς δημοθοινίας κατὰ τὴν ἀγορὰν ἐπετέλουν· καὶ οἱ τοῦ Διονύσου τὰ ὄργια τετελεσμένοι μετὰ [*](1—4 vgl. Joh. Chrys. Homil. 21 PG 49, 214 Ζ. 45 — 10/11 vgl. Sozomen. VII 20, 1—2. Cod. Theod. XVI 10—12 — 10—17 vgl. Synops. 63, 7 — Chronic. Pasch, a. 379 S. 561, 10. Leo Grammaticus 102, S — 20f vgl. ob. S. 262, 11 f) [*](* 9—S. 318, 3 Symeon. Tita Ambrosii 16—17 — 9—S. 318, 4 Niceph. H. E. XIl 25. Cass. IX 33) [*](B V F HN (n) + GS (s) = r AL (y)) [*](1 ἔφη] ἔτι V ι 3/4 ὁπλίσαι = Symeon Cedren. Cass. Σ] ἀπειλῆσαι VF ι οὐκ ἡγησάμενος B ι λήθῃ παραδοῦναι ~ n ι 9 κα am Rand HSS ι κατὰ] καὶ B ι 13 ἔτι μεμηνυῖαν = Symeon Σ] ἐμμεμηνυῖαν B ι ὁρῶν = Symeon Σ] εὑρών nNic, vgl. zu 318, 16 1 16 ἀνεώσατο B ι 17 ἰωβιανὸσ A ἰουβιανὸσ s ι 18/19 οὐαλεντινιανὸσ BV ι 20 οὐάλησ Vs ι ᾗ] εἰ F > B ι βούλονται = Symeon] βούλοιντο nS, sicut vellent Cass.)

318
τῶν αἰγίδων ἔτρεχον, τοὺς κύνας διασπῶντες καὶ μεμηνότες καὶ βακχεύοντες καὶ τὰ ἄλλα δρῶντες ἃ τὴν τοῦ διδασκάλου πονηρίαν δηλοῖ.

ταῦτα πάντα Θεοδόσιος εὑρὼν ὁ πιστότατος βασιλεὺς πρόρριζά τε ἀνέσπασε καὶ λήθῃ παρέδωκε Πρῶτος μέντοι τῶν ἄλλων ἀρχιερέων Μάρκελλος ὁ πάντα κβ ἄριστος, ὅπλῳ τῷ νόμω χρηοάμενος , τῆς ἐγκεχειρισμένης πόλεως τὰ τεμένη κατέλυσε, τῇ πρὸς τὸν θεὸν παρρησίᾳ μᾶλλον ἧ τῇ πολυχειρίᾳ χρησάμενος. ἐγὼ δὲ καὶ τοῦτο διηγήσομαι μνήμης ὂν ἀξιώτατον.