Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ὁμοφυῶν ἄρχεις, ὢ βασιλεῦ, καὶ μὲν δὴ καὶ ὁμοδούλων· εἰς γὰρ ἁπάντων δεσπότης καὶ βασιλεὺς ὁ τῶν ὅλων δημιουργός. ποίοις τοίνυν ὀφθαλμοῖς ὄψει τὸν τοῦ κοινοῦ δεσπότου νεών; ποίοις δὲ ποσὶ τὸ δάπεδον ἐκεῖνο πατήσεις τὸ ἅγιον; πῶς δὲ τὰς χεῖρας ἐκτενεῖς ἀποσταξούσας ἔτι τοῦ ἀδίκου φόνου τὸ αἷμα; πῶς δὲ τοιαύταις ὑποδέξῃ χερσὶ τοῦ δεσπότου τὸ πανάγιον σῶμα; πῶς δὲ τῷ στόματι προσοίσεις τὸ αἷμα τὸ τίμιον, τοσοῦτο διὰ τῶν τοῦ θυμοῦ λόγων ἐκχέαντι παράνομον αἷμα; ἄπιθι τοίνυν, καὶ μὴ πειρῶ τοῖς δευτέροις τὴν προτέραν αὔξειν παρανομίαν καὶ δέχου τὸν δεσμόν, ᾡ ὁ θεὸς ὁ τῶν ὅλων δεσπότης ἄνωθεν γίγνεται σύμψηφος· ἰατρικὸς δὲ οὕτος καὶ πρόξενος υγείας.«

Τούτοις εἴξας ὁ βασιλεὺς τοῖς λόγοις τοῖς γὰρ θείοις λογίοις ἐντεθραμμένος ᾔδει σαφῶς τίνα μὲν τῶν ἱερέων, τίνα δὲ τῶν βασιλέων ἴδια), στένων καὶ δακρύων ἐπανῆλθεν εἰς τὰ βασίλεια. χρόνου δὲ συχνοῦ διελθόντος ὀκτὼ γὰρ ἀναλώθησαν μῆνες), κατέλαβεν ἡ τοῦ σωτῆρος ἡμῶν γενέθλιος ἑορτή· ὁ δὲ βασιλεὺς ἐν τοῖς βασιλείοις [*](6/7 vgl. Gen. 3, 19) [*](* 24—S. 313, 7 Theophan. 72, 29. Gramer II 98, 10. Exe. Bar. f. 222r) [*](B V F HN (n) + GS (s) = r AL (y)) [*](2 ἠργασμένησ B ι μετὰ > A ι 4 δυναστεία = Georg. Symeon Nie. Cass. Σ] δύναμις n, vgl. 314, 2 ι 6 τε = Symeon > B ι καὶ τὸν — 7 ἀπορρέομεν B m I 9 vor ὁμοφυῶν + καὶ V ι μὲν δὴ καὶ = Symeon > V Cass. ι 11 ὄψη B τὸν Fm ι 12 πατήσης B ι 15 τίμιον = Georg. Symeon Nie. Cass.] ἅγιον ΒΣ, τίμιον Bm ι τοσοῦτο BVF τοσοῦτον ry Georg. ι τῶν — λόγων B uerborum Cass. Σ τὸν — λόγον YFry Georg. > Symeon ι 16 ἐκχέαντι παράνομον BVF Georg. Codd. βer P παρανόμως) ἐκχέας παρανόμως ry und, mit anderer Wortfolge, folge, Symeon, iniuste sit sanguis effusus Cass.; παρά νόμον sehreibt de Boor, aber vgl. S. 306, 18 u. 307,8 ι 17 ᾧ] ὅ B ι ὁ > V Georg. ι 18 τῶν ὅλων ὁ ~ L ἄνωθεν = Georg. Symeon > n Cass. ι 19 ὑγιείας Ny 1 20 τοῖς λόγοις ὁ βα- σιλεὺς ~ B, Georg. Symeon wie im Text ι 22 στένων > F ι 23 ἀνηλώθησαν VFNS)

310
ὀλοφυρόμενος καθῆστο, τὴν τῶν δακρύων ἀναλίσκων λιβάδα.

τοῦτο θεασάμενος ῾Ρουφῖνος (μάγιστρος δὲ τηνικαῦτα ἦν καὶ πολλῆς μετεῖχε παρρησίας ἅτε δὴ συνηθέστερος ὤν), προσελθὼν ἤρετο τῶν δακρύων τὸ αἴτιον.

ὁ δὲ πικρὸν ἀνοιμώξας καὶ σφοδρότερον προχέας τὸ δάκρυον· »σὺ μέν«, ἔφη, ὦ ῾Ρουφῖνε, παίζεις· τῶν γὰρ ἐμῶν οὐκ ἐπαισθάνῃ κακῶν. ἐγὼ δὲ στένω καὶ ὀλοφύρομαι τὴν ἐμαυτοῦ συμφοράν, λογιζόμενος ὡς τοῖς μὲν οἰκέταις καὶ τοῖς προσαίταις ἄνετος ὁ θεῖος νεὼς καὶ εἰσίασιν ἀδεῶς καὶ τὸν οἰκεῖον ἀντιβολοῦσι δεσπότην, ἐμοὶ δὲ καὶ οὗτος ἄβατος καὶ πρὸς τούτῳ μοι ὁ οὐρανὸς ἀποκέκλεισται.

κέκλεισται. μέμνημαι γὰρ τῆς δεσποτικῆς φωνῆς ἣ διαρρήδην φησίν· »ὃν ἂν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένος ἐν τοῖς οὐρανοῖς«. ὁ δέ· »δραμοῦμαι«, ἔφη, εἴ σοι δοκεῖ, καὶ τὸν ἀρχιερέα πείσω λιπαρήσας λῦσαί σοι τὰ δεσμά«. »οὐ πείσεται«, ἔφη ὁ βασιλεύς. »οἶδα γὰρ ἐγὼ τῆς Ἀμβροσίου ψήφου τὸ δίκαιον, οὐδὲ αἰδεσθεὶς τῆς βσαλείας τὴν ἐξουσίαν τὸν θεῖον παραβήσεται νόμον«.

Ἐπειδὴ δὲ πλείοσι χρησάμενος ὁ ῾Ρουφῖνος λόγοις πείθειν ὑπέσχετο τὸν Ἀμβρόσιον, ἀπελθεῖν αὐτὸν ὁ βασιλεὺς κατὰ τάχος ἐκέλευσεν· καὶ αὐτὸς δὲ ὑπὸ τῆς ἐλπίδος βουκοληθεὶς ἠκολούθησε μετὰ βραχύ, ταῖς ὑποσχέσεσι τοῦ ῾Ρουφίνου πιστεύσας.