Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

καὶ ταύτην δὲ ὁ πιστότατος βασιλεὺς ἀσμένως δεξάμενος τὴν εἰσήγησιν, ἀντεδήλωσεν ὡς οὐ θρασύτητι χρώμενος ἔνδον τῶν κιγκλίδων μεμένηκεν, ἀλλ᾿ ἐν Κωνσταντινουπόλει τοῦτο εἶναι ἔθος μαθών·

χάριν δὲ ὀφείλω«, ἔφη, »καὶ τῆσδε τῆς Ἰατρείας«. τοσαύτῃ καὶ τηλικαύτῃ καὶ ὁ ἀρχιερεὺς καὶ ὁ βασιλεὺς διέλαμπον ἀρετῇ· ἀμφοτέρων γὰρ ἔγωγε ἄγαμαι, τοῦ μὲν τὴν παρρησίαν, τοῦ δὲ τὴν εὐπείθειαν, καὶ τοῦ μὲν τὴν τοῦ ζήλου θερμότητα τοῦ δὲ τὴν τῆς πίστεως καθαρότητα.

Τοὺς δὲ δὴ τῆς εὐσεβείας ὅρους, οὓς παρὰ τοῦ μεγάλου ἀρχιερέως μεμάθηκε, καὶ εἰς ἰὴν Κωνοταντινούπολιν ἐπανελθὼν διετήρησεν. ἑορτῆς γὰρ αὐτὸν πάλιν θείας εἰς τὸν θεῖον ἀγαγούσης νεών, τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκὼν εὐθὺς ἐξελήλυθε· τοῦ δὲ τῆς ἐκκλησίας προέδρου Νεκτάριος δὲ τηνικαῦτα ἦν) δεδηλωκότος· »τί δή ποτε μὴ μεμένηκας ἔνδον;« δυσχεράνας· »μόγις«, ἔφη, »βασιλέως καὶ ἱερέως ἐδιδάχθην διαφοράν, μόγις γὰρ εὗρον ἀληθείας διδάσκαλον.

Ἀμβρόσιον γὰρ οἶδα μόνον ἐπίσκοπον ἀξίως καλούμενον«. τοσοῦτον ὀνίνησιν ἔλεγχος παρὰ ἀνδρὸς ἀρετῇ λάμποντος προσφερόμενος.

Εἶχε δὲ καὶ ἄλλην ἀφορμὴν ὠφελείας ὁ βασιλεύς. ἡ γὰρ τοῦ γάμου τὸν ζυγὸν σὺν αὐτῷ δεξαμένη τῶν θείων αὐτὸν συνεχῶς [*](* 21—S. 314, 21 Niceph. H. Ε. XII 42. Cass. IX 31) [*](B V F HN (n) + GS (s) = r AL (y)) [*](1 βάσιμα VF Symeon ι 2 ἄδυτά τε = Georg. Symeon] ἄβατά τε B ι ἔξιθι = Georg. Symeon] ἔξελθε B ι 3 γὰρ > n ι οὐκ ἱερέας B ι 4 πιστὸς y | 5 κινκλίδων BG ι 6 μεμένηκεν YFry Symeon μεμένικα B, die erste Person bezeugen auch Georg. Nie. Cass. Σ, vgl. zu S. 240, 3 ι τοῦτο ἔθος εἶναι B Cass. ἔθος εἶναι τοῦτο Georg. ι 7 ὀφείλω = Georg. Σ] ἔχω B Nie. ι 8 ὁ βασιλεὺς καὶ ὁ ἀρχιερεὺς ~ n Symeon, Georg. Cass. Σ wie im Text ι ἀρετῇ διέλαμπον ~ s 9 τοῦ μὲν — εὐπείθειαν = Symeon Cass. Σ > V ι 12 δὴ > B ι 14 αὐτοῦ Α I θεῖον = Nie. Symeon] πλησίον B > Cass. Σ ι ἀγαγοίσης] ἀγούσησ B Symeon, cum . . processisset Cass, ι 16 τί] ὅτι B ι 17 μὴ Bry Symeon οὐ VF δυσχεράνασ BYFr Symeon στενάξασ y > Cass. ι 17 u. 18 μόλις n Nie. Symeon 17 ἔφη > s I 18 γὰρ B VF Cass. Σ > ryNic., vgl. ἐπεὶ καὶ μόλις Symeon 19 γὰρ VFry Georg. Cass. > B Symeon ι 20 ὀνίνησιν VFry Cedren. Σ ὄνησιν Symeon ὄνησεν ὁ B profuit Cass. ι 21 id- am Rand HSS ι 22 σὺν αὐτῷ] μετ’ αὐτοῦ n 1 αὐτὸν] αἰτῶ n)

314
ἀνεμίμνησκε νόμων, ἑαυτὴν τούτους πρῶτον ἀκριβῶς ἐκπαιδεύσασα οὐ γὰρ ἐπῆρεν αὐτὴν τῆς βασιλείας ἡ δυναστεία, ἀλλὰ τὸν θεῖον πλέον ἐπύρσευσε πόθον·

τῆς γὰρ εὐεργεσίας τὸ μέγεθος μεῖξον τὸ περὶ τὸν εὐεργέτην εἰργάζετο φίλτρον. αὐτίκα γοῦν καὶ τῶν τὸ σῶμα πεπηρωμένων καὶ ἅπαντα τὰ μέλη λελωβημένων παντοδαπὴν ἐποιεῖτο φροντίδα, οὐκ οἰκέταις οὐδὲ δορυφόροις ὑπουργοῖς κεχρημένη, ἀλλ’ αὐτουργὸς γιγνομένη καὶ εἰς τὰς τούτων καταγωγὰς ἀφικνουμένη καὶ ἑκάστῳ τὴν χρείαν πορίζουσα.