Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

οὕτω συνεὶς ὁ βασιλεὺς καὶ τά τε πεπραγμένα καὶ τὰ εἰρημένα θαυμάσας, νόμον εὐθὺς ἔγρψε τοὺς τῶν αἱρετικῶν συλλόγους κωλύοντα.

Ἀλλὰ γὰρ οὐ ῥᾴδιον πάσας διαφυγεῖν τοῦ κοινοῦ τῶν ἀνθρώπων [*]([ιζ΄]) πολεμίου τὰς ἄρκυς.

πολλάκις γάρ τις διαδρὰς τῆς ἀσελγείας τὸ πάθος τῇ τῆς πλεονεξίας περιπείρεται πάγῃ· εἰ δὲ καὶ ταύτης κρείττων φανείη, ἑτέρωθεν ἀναφύεται τοῦ φθόνου τὸ βάραθρον κἂν τοῦτο δὲ πάλιν ὑπερπηδήσῃ, τοῦ θυμοῦ τὸ δίκτυον εὑρήσει προκείμενον· καὶ ἄλλας δὲ μυρίας τοῖς ἀνθρώποις τίθησι ποδοστράβας, ἀγρεύων εἰς ὄλεθρον.

καὶ τὰ μὲν πάθη τοῦ σώματος ὑπουργοῦντα ἔχει ταῖς κατὰ τῆς ψυχῆς τεκταινομένοις ὑπ’ αὐτοῦ μηχαναῖς· μόνος δὲ ὁ νοῦς ἐγρηγορὼς περιγίγνεται τῇ περὶ τὰ θεῖα ῥοπῇ τῶν μηχανημάτων διαλύων τὴν ῥύμην. τῆς ἀνθρωπείας δὴ οὖν φύσεως καὶ ὁ θαυμάσιος οὗτος μετασχὼν βασιλεὺς καὶ τῶν παθημάτων μετέλαχε, καὶ τῷ δικαίῳ θυμῷ ἀμετρία προσγινομένη ὠμόν τι καὶ παράνομον εἰργάσατο πάθος. ἐρῶ δὲ καὶ τοῦτο τῆς τῶν ἐντευξομένων εἵνεκα ὠφελείας οὐ γὰρ μόνον κατηγορίαν ἔχει τοῦ θαυμαστοῦ βασιλέως, ἀλλὰ καὶ εὐφημίαν μνήμης ἀξιωτάτην.