Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Όπως μὲν ἐπὶ πλεῖστον φέρει τοὺς κατ’ αὐτοῦ λυττῶντας ὁ δεσπότης θεὸς καὶ ὅπως κολάζει τοὺς οὐκ εἰς δέον τῇ μακροθυμίᾳ χρωμένους, τοιαῦτα καὶ δεδρακὼς καὶ πεπονθὼς ὁ βάλῃς ἐδίδαξεν ἀκριβῶς. οἷον γάρ τίσι σταθμοῖς καὶ ζυγοῖς οἴκτῳ καὶ δικαιοσύνῃ χρώμενος ὁ φιλάνθρωπος, ὅταν ἴδῃ τινὰ τῷ μεγέθει τῶν πλημμελημάτων ὑπερβάλλοντα τῆς φιλανθρωπίας τὰ μίτρα, τῇ δικαίᾳ τιμωρίᾳ κωλύει τὴν ἐπὶ τὰ πρόσω φορόν. Γρατιανὸς δέ, ὁ Βαλεντινιανοῦ μὲν υἱός, Βάλεντος δὲ ἀδελφιδοῦς, πᾶσαν τὴν Ῥωμαίων ἡγεμονίαν παρέλαβε.

πάλαι μὲν γὰρ τῆς Εὐρώπης παρειλήφει τὰ σκῆπτρα μετὰ τὴν τοῦ πατρὸς τελευτήν· καὶ ἐκείνου δέ γε περιόντος ἐκοινώνει τῆς βασιλείας. προσέλαβεν οὑν καὶ τὴν Ἀσίαν καὶ τὰ λειπόμενα τῆς Λιβύης, ἄπαιδος ἀναιρεθέντος τοῦ Βάλεντος.

Εὖθύς μέντοι τὴν εὐσέβειαν ἣν εἶχεν ἐκδηλοτέραν κατέστησε καὶ τῆς βασιλείας τὰς ἀπαρχὰς τῷ παμβασιλεῖ τῶν ὅλων προσήνεγκε. νόμον γὰρ ἔγραψε, καὶ τοὺς ἐληλαμένους ποιμένας ἐπανελθεῖν κελεύων καὶ τοῖς σφετέροις ἀποδοθῆναι ποιμνίοις, καὶ τοὺς θείους οἴκους παραδοθῆναι τοῖς τὴν Δαμάσου κοινωνίαν προαιρουμένοις.

Δάμασος [*](15—19 vgl. Socrat. V 2, 1. Sozomen. VII 1, 3. Zonar. XIII 16, 8 S. 83, 4. Cod. Theod. XVI 1, 2. XVI 5, 6) [*](* 9—18 Symeon. Vita Ambrosii 7 —11 —S. 279, 8 Cass. IX 2 279, 17 Niceph. H. E. XII 3 —17 —19 Theophan. 66, 20) [*](B V F HN (n) + GSP (s) = r AL (y)) [*](1 τόμος — 2 ἱστορίας A τόμος εݲ FsL λόγος εݲ B > Vn ι 4 δεσπότης > 5 οὐάλησ Vr ι 7 τινὰ > GS ι 9 οὐαλεωτινιανοῦ BV ι 10 οὐάλεντοσ Vn GSPc I 11 γὰρ > BN ι 12 τοῦ πατρὸς] αὐτοῦ L ι γε > By ι 13 οὐν] δὲ BN Symeon ι 14 ἄπαιδος = Symeon Cass.] ἀπέδοσαν B ι οὐάλεντοσ I 15 β am Rand HSS ι 16 βασιλεῖ n ι nach προσήνεγκε + θεῶ B = Nic.; vgl. unt. S. 341, 20 21 ι 17 γὰρ > L ι ἀπεληλαμένους GS ι 18 ποιμνίοις — 19 παραδοθῆναι > F ι 19 παραδοθῆναι] ἀποδοθῆναι H > V ι τὴν] τὴν τοῦ n)

279
δὲ οὗτος Ῥώμης ἐπίσκοπος ἢν, καὶ ἀξιεπαίνῳ βίῳ κοσμούμενος καὶ πάντα λέγειν καὶ πράττειν ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων αίρούμενος· μετὰ Λιβέριον δὲ τὴν τῆς ἐκκλησίας παρειλήφει κηδεμονίαν.

συνεξέπεμψε δὲ τῷ νόμῳ καὶ Σάπωρα τὸν στρατηγὸν ὀνομαστότατον τηνικάδε ὄντα· καὶ τῆς μὲν Ἀρείου βλασφημίας τοὺς κήρυκας, οἷόν τινας θῆρας, τῶν ἱερῶν σηκῶν ἐξελάσαι, τοῖς δὲ ἀρίστοις ποιμέσι καὶ τοῖς θείοις ποιμνίοις τούτους ἀποδοῦναι προοἐταξε. καὶ ἐν ἑκάστῳ μὲν ἔθνει τοῦτό γε ἀδηρίτως ἐγένετο, ἐν Ἀντιοχείᾳ δὲ τῇ τῆς Κῴας ἡγουμένῃ ἔρις ἐγένετο περὶ τοῦδε τοιάδε.