Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Φᾶσί δὲ καὶ Ἰσαάκην σκηνὴν αὐτόθι μοναχικὴν ἔχοντα, ἐπειδὴ εἶδεν αὐτὸν συνεξιόντα τῇ στρατιᾷ, βοῇ χρησάμενον φάναι· »ποῖ βαδίζεις, ὢ βασιλεῦ, κατὰ θεοῦ στρατευόμενος καὶ τοῦτον οὐκ ἔχων ἐπίκουρον; αὐτὸς γὰρ κατὰ σοῦ τοὺς βαρβάρους κεκίνηκεν, ἐπειδὴ καὶ σὺ κατ’ αὐτοῦ πολλὰς γλώττας εἰς βλασφημίαν παρέθηξας καὶ τοὺς ἐκεῖνον ὑμνοῦντας τῶν θείων οἴκων ἐξήλασας.