Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἐπειδὴ δὲ τὸν Βόσπορον διαβὰς εἰς τὴν Θρᾴκην ἀφίκετο, πρὥ- τοὶ μὲν ἐν Κωνσταντιναυπόλει πλεῖστον διέτριφς χρόνον δειμαίνων τὸν πόλεμον· Τραϊανὸν δὲ σὺν τῇ στρατιᾷ τὸν στρατηγὸν κατὰ τῶν βαρβάρων ἀπέοτειλεν.

ἐπειδὴ δὲ ἡττηθεὶς ἐπανῆλθεν ἐκεῖνος, ἐλοιδορεῖτο λίαν ὁ βάλῃς, μαλακίαν αὐτῷ καὶ δειλίαν ἐγκαλῶν. ὁ δὲ παρρησίᾳ χρησάμενος ἀνδρὶ γενναίω πρεπούσῃ· »ούκ ἐγώ«, ἔφη, »ὠ βασιλεῦ, ἥττημαι· ἀλλὰ σὺ προίῃ τὴν νίκην κατὰ τοῦ θεοῦ παραταττόμενος καὶ τὴν ἐκείνου ῥοπὴν προξενῶν τοῖς βαρβάροις· παρὰ σοῦ γὰρ πολεμούμενος ἐκείνοις συντ·άττεται.