Historia Ecclesiastica
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.
Ἐπανῆκε μὲν γὰρ ἀπὸ τῆς Ἀρμενίας Τερέντιος τρόπαια στήσας· [*]([λγ,]) ἢν δὲ στρατηγὸς ἄριστος καὶ εὐσεβείᾳ κοσμούμενος. τούτω δωρεὰν ὁ βάλῃς αἰτῆσαι προσέταξεν· ὁ δὲ ἀπήγγειλεν ἥνπερ ἔδει τὸν εὐσεβείᾳ συντεθραμμένον. ᾔτησε γὰρ οὐ χρυσὸν οὐδὲ ἄργυρον, οὐ χωρίον, οὐ δυναστείαν, οὐκ οἰκίαν ἀλλ’ ἐκκλησίαν παρασχεθῆναι μίαν τοῖς τῆς ἀποστολικῆς διδασκαλίας προκινδυνεύουσιν.
ὁ δὲ τὴν ἱκετείαν δεξάμενος καὶ γνοὺς τὰ ἐγκείμενα, χαλεπήνας διέρρηξε καί οἱ ἄλλα τινὰ αἰτῆσαι προσέταξεν. ὁ δὲ τῆς ἱκεσίας συλλέξας τὰ ῥήγματα· »ἐδεξάμην«, ἔφη, »ὠ βασιλεῦ, καὶ ἔχω τὸ δῶρον καὶ ἕτερον οὐκ αἰτήσω· σκοποῦ γὰρ κριτὴς ὁ τῶν ὅλων κριτής«.
Ἐπειδὴ δὲ τὸν Βόσπορον διαβὰς εἰς τὴν Θρᾴκην ἀφίκετο, πρὥ- τοὶ μὲν ἐν Κωνσταντιναυπόλει πλεῖστον διέτριφς χρόνον δειμαίνων τὸν πόλεμον· Τραϊανὸν δὲ σὺν τῇ στρατιᾷ τὸν στρατηγὸν κατὰ τῶν βαρβάρων ἀπέοτειλεν.
ἐπειδὴ δὲ ἡττηθεὶς ἐπανῆλθεν ἐκεῖνος, ἐλοιδορεῖτο λίαν ὁ βάλῃς, μαλακίαν αὐτῷ καὶ δειλίαν ἐγκαλῶν. ὁ δὲ παρρησίᾳ χρησάμενος ἀνδρὶ γενναίω πρεπούσῃ· »ούκ ἐγώ«, ἔφη, »ὠ βασιλεῦ, ἥττημαι· ἀλλὰ σὺ προίῃ τὴν νίκην κατὰ τοῦ θεοῦ παραταττόμενος καὶ τὴν ἐκείνου ῥοπὴν προξενῶν τοῖς βαρβάροις· παρὰ σοῦ γὰρ πολεμούμενος ἐκείνοις συντ·άττεται.
τῷ δὲ θεῷ ἡ νίκη ἕπεται [*](15 vgl. Socrat, ιV 38, 3. Sozomen. VI 39, 3) [*](* 17—21 Polydeukes 420, 14. Theophan. 62, 10. Exe. Bar.) [*](B V2 F HN (n) + GS (s) = r AL(y)) [*](1 μειζόνως B, maiori necessitate Cass. ι ἐνέπλησεν] ἐπλήρωσεν V2 ι ἐξέληξε B ἔληξε V2ry ἔπληξε F ι ἐπέμενε FHy ι 2/3 παραταττόμενος] ταραττόμενος V2, rebellis Cass. ι 4 λγ am Rand HSS ι 5 τοῦτον F ι 6 οὐάλησ r ι αἰτῆσαι > sy, poscere Cass. ι ἀπήγγειλεν B respondit Cass. ἐπήγγειλεν V-Fry ι 7 χρυσίον οὔτε ἀργύριον V2 ι οὐδὲ χωρίον B > V2 non praedium Cass. ι 8 οὐκ] οὐχ V2 I μίαν παρασχεθῆναι ~ V2 ι 10 ἄλλ’ οἵ ~ V2 ι 11 ἱκετείας V2 ι ῥήγματα Hsy ῥήματα BV-FN verba Cass. ι ἐδεξάμην — 12 δῶρον] suscipe, inquit, ο imperator, et habeto donuni Cass. ι 12 ἔφη > n I ὦ > B ι 14 λδ am Rand HSS ι 15 διατρίψαι sie B ι δειμαίνων BV2 Nic. διαμένων F διανέμων ny praeparans Cass. προσμένων s ι 16 τῇ > F I τὸν > B ι 17 ἐπειδὴ] ἐπεὶ n ι 18 > B Cass. ι οὐάλησ r ι 20 προίη Fs Exe. Bar. προείη ΒV2 προῄει y Cod. Polyd. πρόῃ n προίῃς Nie. perdidisH Cass. ι V2 ι 20/21 πραττόμενος V2 ι 22 συντάττεται = Nic.] συντέτακται V2 pughat Cass.)
Φᾶσί δὲ καὶ Ἰσαάκην σκηνὴν αὐτόθι μοναχικὴν ἔχοντα, ἐπειδὴ εἶδεν αὐτὸν συνεξιόντα τῇ στρατιᾷ, βοῇ χρησάμενον φάναι· »ποῖ βαδίζεις, ὢ βασιλεῦ, κατὰ θεοῦ στρατευόμενος καὶ τοῦτον οὐκ ἔχων ἐπίκουρον; αὐτὸς γὰρ κατὰ σοῦ τοὺς βαρβάρους κεκίνηκεν, ἐπειδὴ καὶ σὺ κατ’ αὐτοῦ πολλὰς γλώττας εἰς βλασφημίαν παρέθηξας καὶ τοὺς ἐκεῖνον ὑμνοῦντας τῶν θείων οἴκων ἐξήλασας.