Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἐν Πισιδίᾳ δὲ Ὄπτιμος καὶ Ἀμφιλόχιος ἐν Λυκαονίᾳ, γενναίως ὑπὲρ τῆς προγονικῆς παραταττόμενοι πίστεως, τὰς ἐναντίας ἀπεκρούοντο προσ- βολάς. ἐν δέ γε τῇ Ἑσπέρᾶ, Δάμασος μὲν τῆς Ῥώμης ἡγούμενος, Ἀμβρόσιος δὲ Νεδιόλανον ἰθύνειν πεπιστευμένος, καὶ τοὺς πόρρωθεν ἠναγκασμένοι ἔβαλλον.

καὶ μετὰ τούτων οἱ τὰς ἐσχατιὰς οἰκεῖν ἠναγκασμένοι γράμμασι καὶ τοὺς οἰκείους ἐστήριζον καὶ τοὺς πολεμίους κατέλυον.

ἀντιρρόπους γὰρ τῷ μεγέθει τοῦ κλύδωνος ἔδωκε κυβερνήτας τῶν ὅλων ὁ πρύτανις, καὶ τῇ τῶν πολέμων σφοδρότητι τὴν τῶν στρατηγῶν ἀντέταξεν ἀρετήν, καὶ πρόσφορα τῇ τοῦ καιροῦ δυσκολίᾳ τὰ ἀλεξίκακα ἔδωκε φάρμακα.

Οὐ μόνον δὲ ταύτης τῆς προμηθείας ταῖς ἐκκλησίαις μετέδωκέ [*]([λβ΄]) ὁ φιλάνθρωπος κύριος, ἀλλὰ καὶ ἑτέρας αὐτὰς κηδεμονίας ἠξίωσε.

τὸ γὰρ τῶν Γότθων ἔθνος παρακινήσας εἰς πόλεμον ἐπὶ τὸν Βόσπορον εἵλκυσε τὸν κατὰ μόνων τῶν εὐσεβῶν μεμαθηκότα στρατεύειν. τότε δὴ τὴν οἰκείαν ἀσθένειαν ὁ μάταιος ἐγνωκὼς ἀπέστειλε πρὸς τὸν ἀδελφὸν στρατιὰν ἐξαιτῶν. ὁ δὲ ἐπέστειλεν ὡς οὐχ ὅσιον ἐπαμύνειν ἀνδρὶ πολεμοῦντι θεῶ, δίκαιον δὲ τὴν τούτου καταπαύειν θρα- [*](3—8 vgl. Rufin. H. E. XI 9 S. 1017, 12—15. Socrat. IV 26, 26 24—8 271, 8 vgl. Synops. 59, 3. Zonar. XUl 15, 12 S. 74, 14 ? Synops. 61, 19. Zonar. 17, 7 S. 83, 1) [*](* 3—9 Theophan. 61, 18. Exe. Bar. f. 220r —3 —22 Niceph. H. E. XI 14 — 11—17 Cass. VIII 10 —21 —S, 273, 6 Cass. VIII 13 —23—S. 272 H. E. XI 49 —23 —25 Polydeukes 420, 10. Theophan. 61, 21. Exe. Bar. f. 221r) [*](B V2 F HN (n) +GSP [P bis 17 ἀρετήν] (s) = r AL (y)) [*](1 γράμματα] ῥήματα H ι ἀσκητικαῖς P ι 2 τῆς>GS GS ι φροντιστὴς B ι 3 λݲαݲ am Rand HSS ι 3/4 νύσησ V2nL ι 8 δὲ τὰς ~ F ι 9 ὅπτιμοσ B 10"παραταττόμενοι] παραλλόμενοι B ἀνθιστάμενοι Nic. ι 11 δέ γε] δὲ B Nic. γῆ F I naeh Δάμασος + ὃς B ι 12 μεδιολάνων V2 ι καὶ > ry ι 16 πολέμων BV2 in praeliis Cass. πολεμίων Fry Nic. ι 18 δέδωκεν B ι 19 λβ am Rand HSS ι μετέδωκεν ταῖς ἐκκλησίαις ~ L ι 20 κύριος] θεὸς s 22 μόνον BN)

271
σύτητα. ταῦτα τὸν δείλαιον ἐκεῖνον μείζονος ἀνίας ἐνέπλησεν· οὐ μὴν ἐξέληξε τῆς θρασύτητος, ἀλλ’ ἐπέμεινε κατὰ τῆς ἀληθείας παραταττομενος.

Ἐπανῆκε μὲν γὰρ ἀπὸ τῆς Ἀρμενίας Τερέντιος τρόπαια στήσας· [*]([λγ,]) ἢν δὲ στρατηγὸς ἄριστος καὶ εὐσεβείᾳ κοσμούμενος. τούτω δωρεὰν ὁ βάλῃς αἰτῆσαι προσέταξεν· ὁ δὲ ἀπήγγειλεν ἥνπερ ἔδει τὸν εὐσεβείᾳ συντεθραμμένον. ᾔτησε γὰρ οὐ χρυσὸν οὐδὲ ἄργυρον, οὐ χωρίον, οὐ δυναστείαν, οὐκ οἰκίαν ἀλλ’ ἐκκλησίαν παρασχεθῆναι μίαν τοῖς τῆς ἀποστολικῆς διδασκαλίας προκινδυνεύουσιν.