Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Κατὰ τοῦτον δὲ τὸν καιρὸν καὶ Ἰουλιανὸς ἐκεῖνος ὁ πολυύμνητος, οὗ καὶ πρόσθεν ἐμνήσθην, καταλιπεῖν μὲν τὴν ἔρημον, εἰς δὲ τὴν Ἀντιόχειαν εἰσελθεῖν ἠναγκάσθη. ἐπειδὴ γὰρ οἱ τῶ ψεύδει συντεθραμμένοι καὶ τὰς συκοφαντίας μάλα ῥᾳδίως ὑφαίνοντες, οἱ τὰ Ἀρείου λέγω φρονοῦντες, τὸν μέγαν ἄνδρα ἐκεῖνον ἰσχυρίζοντο τῆς σφετέρας εἶναι συμμορίας, ἀπέστειλαν οἱ τῆς ἀληθείας βωστῆρες, Φλαβιανὸς καὶ Διόδωρος καὶ Ἀφραάτης, ἄνδρα ἀρετῆς ἀθλητήν, Ἀκάκιόν φημι τὸν χρόνῳ ὕστερον μάλα σοφῶς τὴν Βεροιαίων ἐκκλησίαν ἰθύναντα, πρὸς τὸν πανεύφημον ἄνδρα ἐκεῖνον, ἀντιβολοῦντες πολλὰς ἀνθρώπων μυριάδας οἰκτεῖραί καὶ τῶν μὲν ἐναντίων τὴν ψευδολογίαν ἐλέγξαι, τὰ δὲ τῆς ἀληθείας βεβαιῶσαι κηρύγματα.

καὶ ὅσα μὲν οὕτος καὶ ἀπιὼν καὶ ἐπανιὼν καὶ ἐν αὐτῇ δὲ τῇ μεγίστῃ πόλει τεθαυματούργηκεν, ἐν τῇ Φιλοθέῳ ἡμῖν συγγέγραπται Ἱστορίᾳ, ᾗ ῥᾴδιον ἐντυχεῖν τοὺς ταῦτα βουλομένους μαθεῖν.

ὅτι δὲ ἅπαν τὸ τῆς πόλεως πλῆθος εἰς τὸν ἡμέτερον συνήθροισε σύλλογον, οὐδένα ἐνδοιάζειν οἶμαι τῶν τὴν ἀνθρωπείαν φύσιν ἐπεσκεμμένων· πέφυκε γὰρ τὰ παράδοξα ἕλκειν ἅπαντας ὡς ἐπίπαν πρὸς ἑαυτά.

ὅτι δὲ καὶ μεγάλα εἰργάσατο θαύματα, μαρτυροῦσι καὶ οἱ τῆς ἀληθείας πολέμιοι. Τοῦτο δὲ καὶ ἐν Ἀλεξανδρείᾳ πρὸ τοῦδε τοῦ χρόνου πεποίηκεν κη] ἐν τοῖς κωνσταντίου καιροῖς Ἀντώνιος ἐκεῖνος ὁ πάνυ. καταλιπὼν [*](1—18 —2 ob. S. 202, 25f — 16/17 vgl. S. Ephraem Hymn. I De Juliane Saba ed. Lamy t. III p. 840 — — S. 268, 3 vgl. Athanas. Tita S. Antonii 69) [*](* — S. 268, 3 Exe. Trip. [Polydeukes 404, 25. Exe. Bar. F 220r. Theophan. 62, 26]. Michael Syr. VII] 7 S. 303. — 1—S. 268, 6 Cass. VIII 5) [*](B V2 F HN (n) + GSP (s) = r AL (y)) [*](1 κζ am Rand HSS ι δὲ] γε F ι πανύμντοσ V2 ι 2 κατέλειπεν B ι 5 ἰσχυρίζοντο BV2 διισχυρίζοντο Fry ι σφετέρας BV2 αὐτῶν Fry ι 6 εἶναι > F ι 7 Λαὶ1] τε καὶ n ι Ἀκάκιόν: οὗτός ἐστιν ἀκάκιοσ ὁ εἰσ’ ὕστερον ἐχθρὸς καὶ πολέμιος γεγονὼς τοῦ τιμίου πρݲσݲ ἡμῶν ιωݲ τοῦ am Rand A ι 8 σαφῶς BS ι βεροιαίων BV2SPL βερυαίων G βεροιέων n βεροιαίαν F Βέροιαν A ι ἰθύνοντα F ι 11 κηρύγματα βεβαιῶσαι ~ Fry ι 12 καὶ ἀπιὼν zweimal, das erste gestrichen A ι ἀπιὼν καὶ ἐπανιὼν] ἐπανιὼν καὶ ἰὼν n, veniens et revertens Cass. ι δὲ] μὲν B ι 13 μῶ; FN ι ᾗ > V2 ι 15 ἐνδοιάζειν V2nSP ἐνδυάζειν BFGy ι 17 ἓλκειν] ἐκεῖνα F ι 18 καὶ > B, etiam Cass. ι 19 κݲηݲ am Rand HSS ι τοῦτο δὲ] τοῦτο BV-, hoc enim Cass. ι 20 κωνσταντίου V2Fr Nic. Constantii Cass. κωνσταντίνου By ι ἐκεῖνος BV2 > Fry Cass. ι πάνυ) μανύνητοσ B πανεύφημοσ F, magnus Cass.)

268
γὰρ τὴν ἔρημον ἅπαν ἐκεῖνο περιῄει τὸ ἄστυ, διδάσκων ἅπαντας ὡς τῆς ἀποστολικῆς διδασκαλίας Κήρυξ ἐστὶν Ἀθανάσιος καὶ ὡς ἀντίπαλοι τῆς ἀληθείας οἱ τῆς Ἀρείου συμμορίας.

οὕτως ᾔδεσαν οἱ θεῖοι ἄνδρες ἐκεῖνοι τὰ πρόσφορα ἑκάστῳ προσαρμόττειν καιρῶ) καὶ πηνίκα μὲν χρὴ τὴν ἡσυχίαν άσπάζεσθαι, πηνίκα δὲ προτιμᾶν τὰς πόλεις τῆς ἐρημίας.