Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Κατὰ τοῦτον δὲ τὸν καιρὸν καὶ Ἰουλιανὸς ἐκεῖνος ὁ πολυύμνητος, οὗ καὶ πρόσθεν ἐμνήσθην, καταλιπεῖν μὲν τὴν ἔρημον, εἰς δὲ τὴν Ἀντιόχειαν εἰσελθεῖν ἠναγκάσθη. ἐπειδὴ γὰρ οἱ τῶ ψεύδει συντεθραμμένοι καὶ τὰς συκοφαντίας μάλα ῥᾳδίως ὑφαίνοντες, οἱ τὰ Ἀρείου λέγω φρονοῦντες, τὸν μέγαν ἄνδρα ἐκεῖνον ἰσχυρίζοντο τῆς σφετέρας εἶναι συμμορίας, ἀπέστειλαν οἱ τῆς ἀληθείας βωστῆρες, Φλαβιανὸς καὶ Διόδωρος καὶ Ἀφραάτης, ἄνδρα ἀρετῆς ἀθλητήν, Ἀκάκιόν φημι τὸν χρόνῳ ὕστερον μάλα σοφῶς τὴν Βεροιαίων ἐκκλησίαν ἰθύναντα, πρὸς τὸν πανεύφημον ἄνδρα ἐκεῖνον, ἀντιβολοῦντες πολλὰς ἀνθρώπων μυριάδας οἰκτεῖραί καὶ τῶν μὲν ἐναντίων τὴν ψευδολογίαν ἐλέγξαι, τὰ δὲ τῆς ἀληθείας βεβαιῶσαι κηρύγματα.

καὶ ὅσα μὲν οὕτος καὶ ἀπιὼν καὶ ἐπανιὼν καὶ ἐν αὐτῇ δὲ τῇ μεγίστῃ πόλει τεθαυματούργηκεν, ἐν τῇ Φιλοθέῳ ἡμῖν συγγέγραπται Ἱστορίᾳ, ᾗ ῥᾴδιον ἐντυχεῖν τοὺς ταῦτα βουλομένους μαθεῖν.