Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Τοῦ βαλανείου πεπιστευμένος τὴν ἐπιμέλειαν, εὐθὺς μετὰ τούσδε τοὺς λόγους κατῆλθε τοῦτο εὐτρεπίσων τῷ βασιλεῖ· εἴοω δὲ γενόμενος καὶ τὰς φρένας πληγεὶς εἰς τὸ θερμότατον ὕδωρ τὸ ἄκρατον κατελήλυθέ τε καὶ τετελεύτηκεν.

καθῆστο δὲ ὁ βασιλεὺς προσμένων ἐκεῖνον ὥστε οἱ μηνῦσαι τὴν εἴσοδον. ἐπειδὴ δὲ πολὺς ἀνηλώθη καιρός, ἀπέστειλεν ἑτέρους ὁ βασιλεὺς τῆς μελλήσεως τὴν αἰτίαν μηνύσοντας. οἱ δὲ εἴσω γενόμενοι καὶ πάντα περισκοπήσαντες εὗρον ἐκεῖνον ἐν τῷ ἀκράτῳ τεθνεῶτα καὶ διαλυθέντα θερμῷ.

καὶ τούτου δήλου γενομένου τῷ βασιλεῖ, ἔγνωσαν μὲν τῆς Αφραάτου προσευχῆς τὴν ἰσχύν, τῶν δογμάτων δὲ τῶν δυσσεβῶν οὐκ ἐξέστησαν, ἀλλ’ ἐσκλήρυναν κατὰ τὸν Φαραὼ τὴν καρδίαν αὐτῶν· καὶ τὴν τοῦ ἵππου δὲ θαυμακατὰ μεμαθηκώς, ὁ ἐμβρόντητος μεμένηκε κατὰ τῆς εὐσεβείας λυττῶν.

[*](18/19 Exod. 7, 22)[*](* 4—16 Cod. syriac. Br. Mus. Add. 17, 147 F 142v (= Σ))[*](B V2 F HN (n) + GSP (s) = r AL (y))[*](1 ἐμπιμπραμένην A ι 2 ἐκβολήν BF ι διαθεῖν V2 ι 5 οἰκίαν ἡμῶν ~ B domwn Cass. Cass. ι 6 περιθέωμεν B περιθέωμεν Ρ ι 7 εἶπεν ΒV2 εἰπών Fry, haec illo dicente Cass. ι σιγήσας ἠπείλησεν V2 ἀπειλήσασ ἐσίγησεν BFry interminatus est quidem sed tacuit Cass. interminatiis ὁ et tacuit Σ; ἀπει- λήσας delendum; neque enim Valens quidquam minatus est in Philotheo. potius scribendum σιγήσας ἀπῆλθεν « , unrichtig: nur durch sein Schweigen drohte er, εῖς δὲ . . . θρασύτερον ἀπειλήσας ι 7/8 βασιλικὸν κοιτῶνα = Nic. Cass. Σ] βασιλέα B ι 9 nach εὐθὺς + δἐ P ι 11 πληγεὶς ἲς = Theophan. Polyd.] βλαβεὶσ V2, mente perculsus Csiss. πηρωθεὶς Rel. Hist. ι Β ι καθῆστο ΒV2 ἐκάθητο Fry ι ἐκεῖνον προσμένων~Fry ι 13 οἱ BV2 αὐτῶ Fry ι ἀναλώθη B 14 ὁ βασιλεὺς ἑτέρους ~ V2 ι μελήσεωσ y ι 16 θερμῷ vor τεθνεῶτα ~ B Cass. I δήλου τούτου oo n ι 17 μὲν ΒV2 > Fry ι 18 ἐσκληρύνοντο F 19 υὴν καρδίαν αὐτῶν κατὰ τὸν Φαραώ ~ GS ι ἵππου δὲ B ἱπου δὲ V2 ὁσίου Fry, s. Relig. Eist. 1376 ι 20 μεμαθηκώσ BV2F μαθών ry)
267
[*]([κζ΄])

Κατὰ τοῦτον δὲ τὸν καιρὸν καὶ Ἰουλιανὸς ἐκεῖνος ὁ πολυύμνητος, οὗ καὶ πρόσθεν ἐμνήσθην, καταλιπεῖν μὲν τὴν ἔρημον, εἰς δὲ τὴν Ἀντιόχειαν εἰσελθεῖν ἠναγκάσθη. ἐπειδὴ γὰρ οἱ τῶ ψεύδει συντεθραμμένοι καὶ τὰς συκοφαντίας μάλα ῥᾳδίως ὑφαίνοντες, οἱ τὰ Ἀρείου λέγω φρονοῦντες, τὸν μέγαν ἄνδρα ἐκεῖνον ἰσχυρίζοντο τῆς σφετέρας εἶναι συμμορίας, ἀπέστειλαν οἱ τῆς ἀληθείας βωστῆρες, Φλαβιανὸς καὶ Διόδωρος καὶ Ἀφραάτης, ἄνδρα ἀρετῆς ἀθλητήν, Ἀκάκιόν φημι τὸν χρόνῳ ὕστερον μάλα σοφῶς τὴν Βεροιαίων ἐκκλησίαν ἰθύναντα, πρὸς τὸν πανεύφημον ἄνδρα ἐκεῖνον, ἀντιβολοῦντες πολλὰς ἀνθρώπων μυριάδας οἰκτεῖραί καὶ τῶν μὲν ἐναντίων τὴν ψευδολογίαν ἐλέγξαι, τὰ δὲ τῆς ἀληθείας βεβαιῶσαι κηρύγματα.

καὶ ὅσα μὲν οὕτος καὶ ἀπιὼν καὶ ἐπανιὼν καὶ ἐν αὐτῇ δὲ τῇ μεγίστῃ πόλει τεθαυματούργηκεν, ἐν τῇ Φιλοθέῳ ἡμῖν συγγέγραπται Ἱστορίᾳ, ᾗ ῥᾴδιον ἐντυχεῖν τοὺς ταῦτα βουλομένους μαθεῖν.

ὅτι δὲ ἅπαν τὸ τῆς πόλεως πλῆθος εἰς τὸν ἡμέτερον συνήθροισε σύλλογον, οὐδένα ἐνδοιάζειν οἶμαι τῶν τὴν ἀνθρωπείαν φύσιν ἐπεσκεμμένων· πέφυκε γὰρ τὰ παράδοξα ἕλκειν ἅπαντας ὡς ἐπίπαν πρὸς ἑαυτά.