Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἀλλὰ Φλαβιανὸς καὶ Διόδωρος, καθάπερ τινὲς πρόβολοι, τὰ προσβάλλοντα βάλλοντα διέλυον κύματα. Μελετίου γὰρ τοῦ σφετέρου ποιμένος ἑκὰς διάγειν ἠναγκασμένου, οὔτοι τῆς ποίμνης ἐπεμελοῦντο, τοῖς μὲν λύκοις ἀντιτάττοντες τὴν οἰκείαν ἀνδρείαν τε καὶ σοφίαν, τοῖς δὲ προβάτοις προσφέροντες τὴν ἁρμόττουσαν θεραπείαν. ἐκ δὴ οὑν τῆς ὑπωρείας ἐξελαθέντες παρὰ τὰς ὄχθας τοῦ γείτονος ποταμοῦ τὰ πρόβατα ἔνεμον.

οὐ γὰρ ἠνέσχοντο κατὰ τοὺς ἐν Βαβυλῶνι δορυαλώτους »κρεμάσαι τὰ ὄργανα«, ἀλλ’ ὕμνουν τὸν ποιητήν τε καὶ εὐεργέτην »ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ‘.

ἀλλ’ οὐδὲ τὴν ἐν τῷδε τώ χωρίῳ σύνοδον ἤνεγκε τῶν εὐσεβῶν ὁ μόνων τῶν τὸν δεσπότην Χριστὸν θεολογούντων πολέμιος. πάλιν δὴ οὑν τῶν θαυμασίων ἐκείνων ὑποποιμένων ἡ ξυνωρίς, εἰς τὸ πολεμικὸν γυμνάσιον τὰ θεῖα πρόβατα συναγείρουσα, τὴν πνευματικὴν ἐπεδείκνυ πόαν. καὶ Διό- [*](14/15 Psal. 136, 1—2 — 16 Psal. 102) [*](B V2 F HN (n) + GSP (s) = r AL (y)) [*](1 ἰωβιανὸσ A ἰουβιανὸσ GS ι ἐκδεδώκει GS, dederat Cass. ι καὶ τὴν > F ι καὶ > P ι 2 συνεισιόντεσ B ι 6 μεταλαχεῖν αὐτοὺς ~ ry ι 8 kein neues Capitel in den HSS ι ἀλλὰ φλαβιανὸσ φλαβιανὸσ dgFryNic. tunc Flavianus Cass. ι 10 ἑκὰς Fry ἐκεῖσε V2 οἶκοι B πόρρω Pm seorsum Cass., vgl. Relig. Hist.: τὴν ὑπερορίαν οἰκεῖν κατηνάγκαζε »in Verbannung« Michael ι μὲν] Μichael ι 12 GS ι 13 ἐξελασθέντεσ S ἐλελασθέντεσ P ι γειτονεύοντος V2, vieini Cass. I 14 δοριαλώτους BP δωριαλώτουσ V2 ι nach δορυαλώτους + ἐπὶ ταῖς ἰτέαις H Relig. Hist. Psal. + παρὰ τἀς ἰτέας Nie, fehlt bei Cass. ι 17 τῶν εὐσεβῶν ἤνεγκεν ~ V2 concilium pioriivi quietum esse permisit Cass. ι 17/18 ὁ μόνων τῶν τὸν δεσπότην χݲνݲ θεολογούντων πολέμιος BV2F νομέων τὼ; τὸν δεσπότην θεολογούντων ὁ πολέμιος ry, vgl. Cod. Nic.: ὁ τῶν ὀρθοδόξων μόνων πολέμιος, u. oben S. 262, 18 f, unten 270, 22 ι 19 ὑπὸοιμένων, ὑπὸ expung., V2 ὑποποιμένων Cod. Nie. illorum mirabilium pastoris magni discipidorwn Cass. ποιμένων die übr. HSS, vgl. ὑποποιμαίνοντας Relig. Hist. ι 20 ἐπεδείκνυ B ἐπεδείκνυον Nic. ἀπεδείκνυ V2 ὑπεδείκνυ Fry ministrabat Cass.)

264
δωρος μὲν ὁ σοφώτατός τε καὶ ἀνδρειότατος, οἶά τις ποταμὸς διειδής τε καὶ μέγας, τοῖς μὲν οἰκείοις τὴν ἀρδείαν προσέφερε, τὰς δὲ τῶν ἐναντίων βλασφημίας ἐπέκλυζε.

καὶ τὴν μὲν τοῦ γένους οὐκ ἐλογίζετο περιφάνειαν, τὴν δὲ ὑπὲρ τῆς πίστεως ταλαιπωρίαν ἀσπασίως ὑπέμενεν. Φλαβιανὸς δὲ ὁ ἄριστος ἐξ εὐπατριδῶν μὲν καὶ αὐτὸς ἐπεφύκει, εὐγένειαν δὲ τὴν εὐσέβειαν ὑπελάμβανε μόνην, καὶ οἷόν τις παιδοτρίβης τὸν μέγαν Διόδωρον καθάπερ τινὰ πένταθλον ἤλειφεν ἀθλητήν κατ’ ἐκεῖνον γὰρ τὸν καιρὸν ἐν μὲν τοῖς ἐκκλησιαστικοῖς οὐκ ἐδημηγόρει συγγόγοις, τοῖς δὲ τοῦτο δρῶσι πολλὴν παρεῖχεν ἀφθονίαν ἐνθυμημάτων τε καὶ γραφικῶν νοημάτων,

καὶ οἱ μὲν ἔτεινον κατὰ τῆς Ἀρείου βλασξημάς τὰ τόξα, οὗτος δὲ καθάπερ ἔκ τινος ὁπλοθήκης, ἐκ τῆς διανοίας τὰ βέλη προσέφερεν· οἴκοι μέντοι καὶ δημοσίᾳ διαλεγόμενος, τῶν αἱρετικῶν τὰς ἄρκυς ῥᾳδίως διέσπα καὶ ἀράχνια ἐδείκνυ τὰ ἐκείνων προβλήματα.

Συνηγωνίζετο δὲ τούτοις καὶ ’ Αφραάτης ἐκεῖνος, οὑ τὴν πολι- κς] τείαν ἐν τῇ Φιλοθέῳ συνεγράψαμεν Ἱστορίᾳ.

τὴν γὰρ τῶν προβάτων σωτηρίαν προτιμήοας τῆς ἡσυχίας, τὴν ἀσκητικὴν καταλιμπάνων κα- λύβην τῶν ποιμενικῶν ἱδρώτων ἠνείχετο. ὁπόσον μὲν οὑν οὕτος ἀρετῆς συνέλεξε πλοῦτον, περιττὸν ἡγοῦμαι νῦν λέγειν, ἐν ἑτέρᾳ πραγματείᾳ ταῦτα συγγεγραφώς· ἓν δὲ μόνον τῶν ἐκείνου διηγήσομαι μάλα προσῆκον τῇδε τῇ ἱστορίᾳ.