Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἐν δὲ κωνσταντινουπόλει σκάφος εὐσεβῶν πρεσβυτέρων ἐμπλή- σαντες οἱ τῆς ἀνοσίου συμμορίας ἀφῆκαν ἀνερμάτιστον εἰς τὸ πέλαγος' εἶτα, τινὰς τῶν ὁμογνωμόνων εἰς πορθμεῖον ἕτερον ἐμβιβάσαντες, πῦρ ἐπαφεῖναι τῷ σκάφει τῶν πρεσβυτέρων ἐκέλευσαν οὑ γενομένου, πυρὶ καὶ θαλάττῃ μαχόμενοι τέλος τῷ βυθῶ παρεπέμφθησαν καὶ τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσαντο.

Ἐν Ἀντιοχείᾳ δὲ ὁ βάλῃς χρόνον διατρίψας ὅτι μάλιστα πλεῖστον, [*](2) [*]([κε΄]) ἅπασι μὲν ἄδειαν ἐδεδώκει καὶ Ἕλλησι καὶ Ἰουδαίοις καὶ τοῖς ἄλλοις ὅσοι τὸ Χριστιανῶν ὄνομα περικείμενοι τἀναντία ταῖς εὐαγγελικαῖς διδασκαλίαις κηρύττουσι.

καὶ γὰρ τὰς Ἑλληνικὰς τελετὰς ἐπετέλουν οἱ τῇ πλάνῃ δεδουλωμένοι, καὶ τὴν μετὰ Ἰουλιανὸν ὑπὸ Ἰοβιανοῦ σβεσθεῖσαν ἐξαπάτην ἀνθῆσαι πάλιν συνεχώρησεν οὗτος· καὶ τὰ Διάσια καὶ τὰ Διονύσια καὶ τὰ τῆς Δήμητρος ὄργια οὐκ ἐν παραβύστῳ ἐπλήρουν ὡς ἐν εὐσεβεῖ βασιλείᾳ, ἀλλὰ διὰ μέσης τῆς ἀγορᾶς βακχεύοντες ἔτρεχον.

μόνοις δὲ πολέμιος ἢν τοῖς τὴν ἀποστολικὴν διδασκαλίαν πρεσβεύουσι. πρῶτον μὲν γὰρ αὐτοὺς τῶν ἱερῶν ἐξήλασεν [*](4—9 vgl. Socrat. IV 16, 4—6. Sozomen. VI 14, 3 —4. Gregor. XLIII 46 —11 —19 vgl. unt. V 21, 3—4 —18 —S. 264 Histor. 8 PG 82, 1369 D ff. 2. 1317 BC — 19 f vgl. Socrat. IV 2, 6. 17, 12> Sozomen. VI 18, 1) [*](* 4—9 Cass. VllI 2 —10 —S. 264, 14 Niceph. H. Ε. XI 24. Cass. VlII 11—19 Exc. Trip. [Theophan. 58, 34. Polydeukes 404, 16. Exe. Bar. F. 220r] 19—S. 263, 12 Miehael Syr. VII 7 S. B V2 F HN (n) + GSP (8) = r AL (y) 2 τῇ > V2nGy ι ὑπό τε Λουκίου τοιαῦτα ~ V2 ι 4 κδ am Rand HSS ι δὲ] δὲ τῆ F ι σκάφοισ B ι 5 ἀτερμάτιστον F ι 5/6 τὸ πέλαγος] τὴν φάλασσαν V2, pelagus Cass. ι 6 πόρθμιον B ι συμβιβάσαντεσ V2 ι 7 τῆ σκάφη L 10 κέ am Rand HSS ι ὁ > ΒV2 ι οὐάλησ Bs, von zweiter Hand V2 ι χρόνον vor βάλῃς ~ V2, \^, Cass. wie im Text ι 11 ἅπασαν F, ovinibus Cass. ι ἄδειαν > B, Ucentiam Cass. ι δεδώκει B, dedit Cass., vgl. δέδωκε Exe. Trip. ι 14 οἱ τῇ πλάνῃ δεδουλωμένοι vor 13 τὰς Ἐλληνικὰς ~ V2 ι ἰωβιανοῦ PA ἰουβιανοῦ GS ι 15 ἀπάτην V2 ι 15/16 τὰ Διάσια καὶ = Cass. > V2 ι 16 δημήτρασ FnP ι 17 ὡς ἐν εὐσεβεῖ βασιλείᾳ = Cass. > n ι nach ἀγορᾶς + καὶ V2, fehlt bei Cass. ι 19 αὐτοῖσ’ V2)

263
οἴκων· αὐτοῖς γὰρ Ἰοβιανὸς ὁ πανεύφημος ἐδεδώκει καὶ τὴν νεόδμητον ἐκκλησίαν. ἐπειδὴ δὲ παρὰ τὴν τοῦ ὄρους συνιόντες κρηπῖδα ὕμνοις τε τὸν δεσπότην ἐγέραιρον καὶ τῶν θείων λογίων άπήλαυον, , τῶν ἐναντίων τοῦ ἀέρος ἀνεχόμενοι προσβολῶν γαῖ ποτὲ μὲν ὑετοῦ καὶ νιφετοῦ καὶ κρυμοῦ, ποτὲ δὲ σφοδροτάτου φλογμοῦ, οὐδὲ τῆς ἐπιπόνου ταύτης ὠφελείας αὐτοὺς μεταλαχεῖν συνεχώρησεν, ἀλλ’ ἀποστείλας στρατιώτας ἐσκέδασεν.

Ἀλλὰ Φλαβιανὸς καὶ Διόδωρος, καθάπερ τινὲς πρόβολοι, τὰ προσβάλλοντα βάλλοντα διέλυον κύματα. Μελετίου γὰρ τοῦ σφετέρου ποιμένος ἑκὰς διάγειν ἠναγκασμένου, οὔτοι τῆς ποίμνης ἐπεμελοῦντο, τοῖς μὲν λύκοις ἀντιτάττοντες τὴν οἰκείαν ἀνδρείαν τε καὶ σοφίαν, τοῖς δὲ προβάτοις προσφέροντες τὴν ἁρμόττουσαν θεραπείαν. ἐκ δὴ οὑν τῆς ὑπωρείας ἐξελαθέντες παρὰ τὰς ὄχθας τοῦ γείτονος ποταμοῦ τὰ πρόβατα ἔνεμον.

οὐ γὰρ ἠνέσχοντο κατὰ τοὺς ἐν Βαβυλῶνι δορυαλώτους »κρεμάσαι τὰ ὄργανα«, ἀλλ’ ὕμνουν τὸν ποιητήν τε καὶ εὐεργέτην »ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ‘.

ἀλλ’ οὐδὲ τὴν ἐν τῷδε τώ χωρίῳ σύνοδον ἤνεγκε τῶν εὐσεβῶν ὁ μόνων τῶν τὸν δεσπότην Χριστὸν θεολογούντων πολέμιος. πάλιν δὴ οὑν τῶν θαυμασίων ἐκείνων ὑποποιμένων ἡ ξυνωρίς, εἰς τὸ πολεμικὸν γυμνάσιον τὰ θεῖα πρόβατα συναγείρουσα, τὴν πνευματικὴν ἐπεδείκνυ πόαν. καὶ Διό- [*](14/15 Psal. 136, 1—2 — 16 Psal. 102) [*](B V2 F HN (n) + GSP (s) = r AL (y)) [*](1 ἰωβιανὸσ A ἰουβιανὸσ GS ι ἐκδεδώκει GS, dederat Cass. ι καὶ τὴν > F ι καὶ > P ι 2 συνεισιόντεσ B ι 6 μεταλαχεῖν αὐτοὺς ~ ry ι 8 kein neues Capitel in den HSS ι ἀλλὰ φλαβιανὸσ φλαβιανὸσ dgFryNic. tunc Flavianus Cass. ι 10 ἑκὰς Fry ἐκεῖσε V2 οἶκοι B πόρρω Pm seorsum Cass., vgl. Relig. Hist.: τὴν ὑπερορίαν οἰκεῖν κατηνάγκαζε »in Verbannung« Michael ι μὲν] Μichael ι 12 GS ι 13 ἐξελασθέντεσ S ἐλελασθέντεσ P ι γειτονεύοντος V2, vieini Cass. I 14 δοριαλώτους BP δωριαλώτουσ V2 ι nach δορυαλώτους + ἐπὶ ταῖς ἰτέαις H Relig. Hist. Psal. + παρὰ τἀς ἰτέας Nie, fehlt bei Cass. ι 17 τῶν εὐσεβῶν ἤνεγκεν ~ V2 concilium pioriivi quietum esse permisit Cass. ι 17/18 ὁ μόνων τῶν τὸν δεσπότην χݲνݲ θεολογούντων πολέμιος BV2F νομέων τὼ; τὸν δεσπότην θεολογούντων ὁ πολέμιος ry, vgl. Cod. Nic.: ὁ τῶν ὀρθοδόξων μόνων πολέμιος, u. oben S. 262, 18 f, unten 270, 22 ι 19 ὑπὸοιμένων, ὑπὸ expung., V2 ὑποποιμένων Cod. Nie. illorum mirabilium pastoris magni discipidorwn Cass. ποιμένων die übr. HSS, vgl. ὑποποιμαίνοντας Relig. Hist. ι 20 ἐπεδείκνυ B ἐπεδείκνυον Nic. ἀπεδείκνυ V2 ὑπεδείκνυ Fry ministrabat Cass.)

264
δωρος μὲν ὁ σοφώτατός τε καὶ ἀνδρειότατος, οἶά τις ποταμὸς διειδής τε καὶ μέγας, τοῖς μὲν οἰκείοις τὴν ἀρδείαν προσέφερε, τὰς δὲ τῶν ἐναντίων βλασφημίας ἐπέκλυζε.