Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἀντὶ γὰρ θείων ῥημάτων αἰσχρότητα προὐβάλλετο, ἀντὶ σεμνῶν λόγων ἀσέλγειαν, ἀντ’ εὐσεβείας ἀσέβειαν, ἀντὶ ἐγκραἀντὶ τείας πορνείαν, μοιχείαν, ἀρσενοκοιτίαν, κλοπήν, πόσιν καὶ βρῶσιν τῷ βίῳ πρὸς τοῖς ἄλλοις εἰσηγούμενος εἶναι χρήσιμα.

Τούτων δὲ οὕτως ἐχόντων κἀμοῦ τῆς ἐκκλησίας ὑπαναχωρήσαν- τος πῶς γὰρ οὐχί, ὅπου στρατιωτῶν ἔφοδοι, ὅπου δῆμος πρὸς ἀτα- ξίαν ἀργυρώνητος, ὅπου φιλοτιμίαι χρημάτων καὶ ἐθνικῶν πλήθη μετὰ μεγίστων ὑποσχέσεων;) ἡμέτερος δῆθεν ἀποστέλλεται διάδοχος. χρυσίῳ τὴν ἐπισκοπὴν ὡς ἀξίωμα κοσμικὸν ἡγησάμενος, Λούκιός ἧις. λύκου τὴν πονηρίαν καὶ τὰς πράξεις ἔχειν ἐσπουδακώς, οὐκ ἐπισκόπων ὀρθοδόξων συνόδῳ, οὐ ψήφῳ κληρικῶν ἀληθινῶν. οὐκ αἰτήσει λαῶν, ὡς οἱ τῆς ἐκκλησίας διαγορεύουσι θεσμοί.

τῷ δὴ τοιύτῳ συνῆσαν ἁπλῇ γὰρ εἰσόδῳ τῆς πόλεως ἐπιβαίνειν οὐκ ἠδύ- νατο) οὐκ ἐπισκόπων τινές, οὐ πρεσβυτέρων, οὐ διακόνων, οὐ λαῶν πλήθη, οὐ προῆγον τοῦτον μονάζοντες ὕμνους ἐκ γραφῶν ἀναμέλ- ποντες, ἀλλ’ Εὐζώϊος ἦν, ὁ πρώην μὲν σὺν Ἀρείῳ καθαιρεθείς, διά κονος ὢν τῆς καθ’ ἡμὰς Ἀλεξανδρείας, ἐν τῇ κατὰ Νικαίαν ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, ἄρτι δὲ προστασίᾳ τὴν Ἀντιοχέων λυμαινόμενος, καὶ ὁ τῶν κομητατησίων δὲ λαργιτιόνων κόμης, στρατιωτῶν ἐπαγό- μενος ἄμετρον πληθύν, ὁ ἐν πάσῃ ἀσεβείᾳ ἀεὶ γνωριζόμενος Μάγνος τοὔνομα· ὃς ἐν τοῖς Ἰουλιανοῦ καιροῖς τὴν Βηρυτίων ἐκκλησίαν ἐμπρήσας Φοινίκων δ’ αὕτη πόλις ἐπιφανής), ἐπὶ τοῖς τοῦ τῆς [*](4 vgl. I Kor. 6, 4 f. Röm. 14, 17) [*](B v2 F HN (n) + GS (s) = r AL (y) W) [*](1 ἐπιβηβάσαντεσ Bs τα G), βι aus βῆ corr. V2 ι Χριστοῦ = Cass.] τοῦ θῦ’ V2 ι 2 προσηγόρεισαν H, προσαγορεύσαντες V2FNsyW προσαγορεύοντες B, vielleicht als echte Lesart προσαγορεύονται aus B herzustellen; doch den Aorist bezeugt Cass.: concionatorem — elevaverunt ι γὰρ = enim Cass.] μὲν μὲν V2 προυβἀλλεται Bs, proferebat Cass. ι 4 πόσιν καὶ βρῶσιν βρῶσιν βρῶσιν καὶ πόσιν Fry cibuvi, potiim Cass. ι 5 εἰσηγούμενοι B \ χρήσιμον B, utilia Cass. 6 κἀμοῦ = et me Cass.] ἐμοῦ B ι 7/8 ἀταξίαν BV2nW seditione Cass. ἀταζίασ Fsy I 9 μεγίστων] μεγάλων B Cass. ι 10 χρυσίω B χρυσίου die übr. HSS HSS ἡγησάμενος] ὠνησάμενος H, vgl. Cass.: aut pfo episcopatu (sie) quasi mundanam comparans dignitatem ι 12/13 οὐκ αἰτήσει λαῶν Π non petitione populorum electus Cass., ein Wort ausgefallen? ι 14/15 ἠδύναντο n ι 20 κομετατησίων ι λαργητιόνων ENGL, vgl. S. 259, 18 ι 21 πλῆθος B ι ἀεὶ > BCass. ι 23 ἐμπρήσας = incendetis Cass.] ἐμπλήσασ’ B ι ἐπὶ τοῖσ’ τοῦ Hs τοῖσ’ ἐπὶ τοῦ V2 ἐν τοῖσ’ ἐπὶ τοῦ FW τοῖσ’ ἐπὶ B ἐπὶ τοῦ Ny)

253
μακαρίας μνήμης χρόνοις χρόνοις ἐξ οἰκείων ταύτην ἀνορθῶσαι κατηναγκάσθη, ὀλίγου καὶ τὴν κεφαλὴν τμηθείς, εἰ μὴ φιλανθρωπίας ἐκ πολλῆς περιδρομῆς ἔτυχε βασιλικῆς.

Ἀναλογίσασθαι τοίνυν ἐκ τούτου τὸν ὑμέτερον ζῆλον προσήκει ὃν διεγερθῆναι πρὸς ἐκδικίαν τῶν γενομένων παρακαλῶ οἱα καὶ ἡλίκα τὰ πλημμεληθέντα κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας, τοιούτου τυράννου τοῦ προειρημένου καθ’ ἡμῶν ἐπαναστάντος.

ἅμα γὰρ ὁ παρὰ τῆς ὑμετέρας θεοσεβείας καὶ τῶν ἁπανταχοῦ ὀρθοδόξων ἔπι σκόπων πολλάκις ἀπαγορευθεὶς Λούκιος τῆς πρὸς αὐτὸν ἀπεχθῶς διακειμένης ἐπ’ εὐλόγοις ταῖς προφάσεσιν ἐπέστη πόλεως.

οὐ γὰρ μόνον, ὡς ὁ δύσφημος ἐν Ψαλμοῖς ἄφρων, λέγει· οὐκ ἔστι θεὸς« ἀληθινὸς ὁ Χριστός, ἀλλὰ καὶ τοῖς ἐπιτηδεύμασι διεφθάρη καὶ διέφθειρε, χαίρων ἐπὶ ταῖς κατὰ τοῦ σωτῆρος πεμπομέναις βλασφη- μίαις παρατῶν τῇ κτίσει λατρευόντων παρὰ τὸν κτίσαντα«. πῶς γὰρ οὐχί; ὅπου γε παραπλήσιον Ἓλλησιν ἔχων τὸ φρόνημα πρόσ- φατον τολμᾷ ὁ ἀλιτήριος σέβειν θεόν.

ἐπ’ ὄψεσι γὰρ αὐτῶ τούτους τοὺς ἐπαίνους ἔπεμπον· »καλῶς ἦλθες, ἐπίσκοπε, υἱὸν μὴ λέγων· ὁ Σάραπίς σε φιλῶν εἰσήνεγκε«, τὸ πάτριον εἴδωλον ἑαυτῶν ὀνομά- ζοντες.

Αὐτίκα ῥοπῆς οὐδεμιᾶς παρελθούσης ὁ προειρημένος Μάγνος, ὁ τῆς ἀσεβείας αὐτοῦ κοινωνὸς ἀδιαίρετος καὶ δορυφόρος πικρὸς καὶ σατράπης ὠμότατος, συναθροίσας καὶ τὰ ὑπὸ τὴν ἑαυτοῦ φροντίδα ἐπανακείμενα πλήθη, πρεσβυτέρους καὶ διακόνους τὸν ἀριθμὸν ἐν- νεακαίδεκα συλλαβόμενος, ὧν τινες τὸ ὀγδοηκοστὸν ὑπερβεβήκασιν ἔτος, ὡς ἁλόντας ἐπὶ μυσαρῷ τινι καὶ νόμῳ Ῥωμαίων ἐχθρῷ, δη- [*](11—13 Psal. 13, 1 — 14 Röm. 1, 25 — 15/16 Psal. 80, 10) [*](B V2 F HN(n) + GS(s) = r AL (y) W) [*](1 ἰωβιανοῦ A ἰουβιανοῦ Ns ι 2 κατηναγκάσθη BFW κατηνάγκασται V-ry I ὀλίγω B 1 4 τοίνυν am Rand Ac ι τὸν — προσήκει > n ι 4/5 προσήκει ὃν] προσοικεῖον B, nicht übersetzt von Cass.: considerare siquidem haee vestrwn kelumj et ad vindictam excitari deposco ι 5 τῶν γενομένων παρακαλῶ > s ι 8 παρὰ > B ι πανταχοῦ B ι 8, /9 ἐπισκόπων ὀπθοδόξων ~ B, Cass. wie im Text 1 10 ἀπέστη B, astitit Cass. ι 11 ὁ > B ι ἄφρων ἐν ΨαλμοῖςV2 I 13 βλασφημίαις + ταῖσ vor κατὰ ~ FryW ι 15 γε] γὰρ B ι 15 16 πρόσφατον HS προσφάτῳ die übr. HSS ι 16 τολμᾶ] τόλμα B τόλμη, η corr., V2 ι nach σέβειν + τολμᾶ V2 ι θεόν BV2HS θεῶ FNGyW, vgl. Cass.: recentem praesumit crroneus colere deum und unten S. 255, 1 ι αὐτοῦ W ι 18 σέραπίσ y 20 αὐτίκα BV2Cass. αὐτίκα γὰρ FryW)

254
μόσιον ὁρίσας κριτήριον, κατηνάγκαζεν, οὐκ εἰδὼς τοὺς ὑπὲρ τῆς ἀρετῆς Χριστιανῶν νόμους, τὴν πατρῴαν παρὰ τῶν ἀποστόλων διὰ τούτῳ πατέρων ἀποδοθεῖσαν ἡμῖν προδιδόναι πίστιν, ἡδόμενον ἐπὶ τούτῳ καὶ τὸν φιλανθρωπότατον Αὔγουστον Οὐάλεντα διισχῖρι- ζόμενος· »πείσθητε, τάλανες«, λέγων μεγάλῃ τῇ φωνῇ, «τῷ τῶν Ἀρει- ανῶν φρονήματι πείσθητε·

συγγνωμονήσει γὰρ ὑμῖν τὸ θεῖον, κἄν ἀληθῆ σέβητε θρησκείαν, οὐκ αὐθαιρέτως ἀλλὰ πρὸς ἀνάγκην τοῦτο πράξασι. τῇ μὲν γὰρ ἀνάγκῃ ἀπολογία περιλείπεται, τῷ δὲ αὐθαι- ρέτῳ ἀκολουθεῖ κατηγορία.

διὸ τοιούτους λογισμοὺς πρὸ ὀφθαλμῶν τιθέμενοι ἥκετε πρόθυμοι μελλησμὸν ἀποθέμενοι πάντα, τῷ Ἀρείου ὐπογράφοντες δόγματι, ὃ νῦν κηρύττει ὀνομαστὶ λέγων Λούκιος, εὖ εἰδότες ὡς πειθαρχοῦντες χρήματα καὶ πόρους καὶ γέρα παρὰ βα- σιλέως ἕξετε, ἀπαναιωόμενοι δὲ εἱρκτῆς καὶ στρεβλῶν καὶ βασάνων καὶ μαστίγων καὶ δαμαστηρίων λήψεσθε, χρημάτων ὁμοῦ καὶ κτημάτων στερηθέντες καὶ τῆς πατρίδος μεταναστάντες, εἰς χαλεποὺς οἰκῆσαι τόπους κατακριθήσεσθε«.

’Αλλ’ οὗτος μὲν ὁ γενναῖος, ἀπάτῃ τὴν ἀπειλὴν κεράσας, μετα- ναστῆναι τῆς εὐσεβοῦς τοὺς πάντας καὶ προὐτρέπετο καὶ κατηνάγκαζε γνώμης. οἱ δὲ πικρότερον βασάνου πάσης τὴν εἰς εὐσέβειαν προδοσίαν ἡγησάμενοι ἔχει γὰρ οὕτω), τοιοῖσδε πρὸς αὐτὸν ἀναγκαζόμενοι ἀπήντησαν ῥήμασιν, ἀρετῇ καὶ γενναίῳ φρονήματι ὁμοῦ τὴν ἀπάτην ναὶ τὰς ἀπειλὰς ὑποτάξαντες· »πέπαυσο λοιπόν, πέπαυσο τούτοις ἡμᾶς ἐκφοβῶν τοῖς ῥήμασιν· ἔπεχε εἰκαῖα προφέρειν ῥήματα·

ἡμεῖς [*](B V2 Ρ HN (n) + GSP [P von 21 μασιν ἀρετῇ an] (s) = r AL (y) W) [*](1 τῆς > n ι 2/3 διὰ τῶν πατέρων > L ι 4 βόλεντα y > n ι 5 und 6 πίσθητε B ι φωνὴ BFW βοῆ V2ry ι 7 σέβητε FHSW, η auf Rasur V2 σέβετε BNy σέβεσθε G, vgl. S. 255, 1; 1; 259, 11 ι 8 περιλείπεται] BN deest Cass. ι 10 ἥκετε πρόθυμοι = Cass. > B ι 11 ὃ] ὅν A ι λέγων λούκιοσ ΒV2 λέγων λέγων FryW ι 12/13 βασιλέως = Cass.] βασιλέων v 13 στρεβλῶν BV-FW στρεβλώσεων ry, s. unten S. 256, 2 ι 15 μεταστάντεσ L I χαλεπωτέρους V2, crudelia Cass. ι 17 ὁ γενναῖος — 18 πάντας am Rand Wr ι 18 πάντας καὶ] ἅπαντας B, vgl. S. 259, 21 ι 19 τὴν εἰσ’ εὐσέβειαν Y2FryW τῆς εὐσεβείας τὴν B, pielatis proditionem Cass. ι 20 ἔχε ι — ἀναγκαζόμενοι > F I nacli γὰρ + δὲ expungiert V2 ι 21/22 τἀς ἀπειλὰς καὶ τὴν ἀπάτην ~ L ι 23 ἐκφοβῶν ἡμᾶς ~ V2 nos terrere Cass. ι εἰκαῖα] εἰκαᾶ] B, rana (verba) Cass. I προσφέρειν L ι ῥήματα] ἐπιχειρήματα V2W ι nach ἡμεῖς + γὰρ FryW, fehlt bei Cass.)

255
ουτε νέηλυν οὔτε πρόσφατον σέβοντες θεόν, κἂν ἐπαφρίξῃς κυ- μαίνων εἰκῆ καὶ προσρήσσῃς ὡς βίαιος ἄνεμος τοῖ, εὐσεβείας ἄχρι θανάτου ἐμπολιτευόμεθα δόγμασιν, οὐκ ἀδύναμον, οὐκ ἄσοφον, οὐ χωρὶς ἀληθείας πώποτε φρονήσαντες θεόν, οὐ ποτὲ μὲν ὄντα πατέρα, ποτὲ δὲ μὴ ὄντα, κατὰ τὸν δυσσεβῆ τοῦτον Ἀρειανόν, χρονικὸν ἢ πρόσκαιρον δοξάζοντες τὸν υἱόν.

εἰ γὰρ κτίσμα κατὰ τοὺς Ἀρειο- μανίτας ὁ υἱός, οὐχ ὑπάρχων πατρί εἰς τὸ εἶναι συστήσεται καὶ ὁ πατήρ, οὐχ ὑφεστῶτος τοῦ υἱοῦ οὐκ ὤν ποτε κατ’ αὐτοὺς πατήρ. εἰ δὲ ἀεὶ πατήρ ἐστιν, ὑφεστῶτος δηλονότι τοῦ ἐξ αὐτοῦ ἀληθινοῦ καὶ οὐ κατὰ ἀπόρροιαν γεννήματος ἀπαθὴς γὰρ ὁ θεός), πῶς οὐκ ἄφρων καὶ μανιώδης ὁ ὄιν ὅτε οὐκ ἠν« φρονῶν τὸν υἱόν, δι’ οὑ τὰ πάντα εἰς τὸ εἶναι κατὰ χάριν συνέστη; οἱ γοῦν ἡμέτεροι κατὰ πᾶσαν τὴν οἰκουμένην πατέρες, ὧν ἐκπεσόντες οὗτοι εἰκότως ἀπάτορες γεγόνασι, ἐν Νικαίᾳ συνελθόντες, ἀναθεματίσαντες τὴν Ἀρείου κακοδοξίαν, ἦς ὁ νεώτερος οὗτος νῦν προίσταται, οὐχ ἑτεροούσιον, ὃ νῦν ἡμᾶς εἰΠεῖν καταναγκάζεις, τὸν υἱὸν εἰρήκασι τοῦ πατρός, ἀλλ’ ἐκ τῆς αὐτοῦ οὐσίας· ὃ καλῶς μετ’ εὐσεβοῦς διανοίας νοήσαντες, ἐκ πολλῆς τῶν θείων ῥημάτων συλλογῆς ὁμοούσιον ὠμολόγησαν.«

Τὰ δὴ τοιαῦτα καὶ τὰ τούτοις παραπλήσια λέγοντας καθεῖρξεν ὴμερῶν πολλῶν οἰόμενος τῆς εὐσεβοῦς μετακινήσειν γνώμης. οἱ δὲ ψάλλον, ὥσπερ ἐν σταδίῳ τῶν ἀθλητῶν οἱ γενναιότατοι, δειλίαν πᾶσαν ἀποσβέσαντες, ἐπαλείφοντες ἑαυτοὺς τοῖς τῶν πατέρων διὰ [*](1 Psal. 80, 10) [*](B V2 F HN (n) + GSP (s) = r AL (y) W) [*](1 οὔτε νέηλυν > Ρ I σέβοντες] σέβομεν H colimus Cass. ι ἐπαφρίζεισ ΒG ι 2 προσρήσσεισ BN προσρήσεις V2 ι 3 ἐνπολιτευόμεθα B ι 5 Ἀρειανόν] ἄρειον F ἄριον B Arii Cass. ι 6 nach γὰρ + Λαὶ P ι 6/7 ἀρειανοὺσ L ι 7 ὁ1] ἴσθ’ ὁ V2 ι ὁ va, οὐχ ὑπάρχων ’πι εἰσ’ τὸ εἶναι συστήσεται BV2FW ὁ va, οὐχ ὑπάρχων ’πι ὁμοούσιος εἰσ’ τὸ μὴ εἶναι συστήσεται mit Interpolation ry, am Rand ’Wi, ὁμοούσιος fehlt auch bei Cass.; der Sinn ist: »si enim creatura ... est filius, non existens patri (ob οὐχ ὑπάρχων <ἀεὶ σὺν> oder <ἀεὶ vgl. verwandte Stellen Hahn, Bibliothek der Symbole 309, 10 f. 353, 25 f, Marcells Fragm. 129, S. 215, 5 ed. Klostermann und oben S. 114, 1 f), ita ut sit creabitur etiam pater« ι 7, 8. 15 οὐχ] οὐκ B ι 8 ὑπεστώτοσ B ι τοῦ > y ι ποτε κατ’ αὐτοὺς πατήρ] πατὴρ κατὰ τούτους ποτέ V2 ι 9 ἐστιν > B, est Cass. 11 ὁ] τὸ B ι 11/12 τὰ πάντα εἰς τὸ εἶναι] τὸ εἶναι τὰ πάντα B, omnia ut sint — constituta sunt Cass. ι 14 ἀναθεματίζοντες GS ι 16 εἰπεῖν nach καταναγκάζεις ~ GS > B, fateri nos cogis Cass. ι 17 ὃ > V2 quod Cass. 18 nach πολλῆς + τῆς V2 ι 19 τὰ2 > V2FPL ι καθῆρξεν B)

256
θείων λογισμῶν ἀνδραγαθήμασι, γενναιότερον εἶχον περὶ τὴν εὐσέ- βειαν τὸ φρόνημα, γυμνάσιον ἀρετῆς τὰς στρέβλας ἡγούμενοι.

οὕτω τοίνυν ἀγωνιζομένων καὶ θέατρον‘ ὡς ὁ μακάριος ἀπόστολος γράφει γενομένων καὶ ἀγγέλοις καὶ ἀνθρώπος«, ἐπέτρεχεν ἡ πολις ἅπασα, ἀθλητὰς θεασαμένη Χριστοῦ καρτερίᾳ τοῦ βασανίζοντος άσεβείας νικῶντας τὰς μάστιγας καὶ τρόπαια δί’ ὑπομονῆς κατὰ άσεβείας ἐπαίροντας καὶ θριάμβους κατὰ Ἀρειανῶν ἐπιδεικνυμένους· οὃς ὑποτάξας ὁ πικρὸς οὗτος πολέμιος δι’ ἀπειλῶν καὶ ἀπάτης τοῖς εἰς Χριστὸν ἀσεβοῦσιν ἐκδώσειν ἐνόμιζεν.

Αποκακήσας τοιγαροῦν ταῖς τῶν βασάνων δι’ ἐπινοίας χαλεπῆς προσβολαῖς, ἁπάντων τῶν λαῶν ὀδυρομένων ποικίλως διὰ πολλὰ τῶ θρήνῳ, ὁ πικρὸς καὶ πάσης ἀποδέων φιλανθρωπίας, τὰ συνήθη πάλιν πρὸς ἀταξίαν συναθροίσας πλήθη, ἐπὶ κρίσιν αὐτούς, μᾶλλον δὲ ἕωλον κατάκρισιν, καλεῖ πρὸς τῷ θαλάσσης λιμένι, πολυωνήτων συνήθως κατ΄ αὐτῶν ἐπαφιεμένων τῶν βοῶν παρὰ τῶν εἰδωλολατρῶν καὶ τῶν Ἰουδαίων.

καὶ μὴ θελησάντων εἶξαι τῇ προφανεῖ δυσσεβείᾳ τῶν Ἀρειομανιτῶν, ἀποφαίνεται, τῶν λαῶν πρὸ τοῦ δικαστηρίου πάντων ὀδυρομένων, τῆς Ἀλεξανδρείας μεταναστάντας τὴν Ἡλιούπολιν τῆς Φοινίκης οἰκῆσαι, ἔνθα τῶν ἐνοικούντων οὐδεὶς κἂν ἀκοῦσαι τὸ τοῦ Χριστοῦ ἀνέχεται ὄνομα· εἰδωλικοὶ γὰρ οἱ πάντες.

παραυτὰ σκάφους ἐπιβῆναι προστάξας αὐτὸς ἑστηκὼς ἐπὶ τοῦ λιμένος (πλησίον γὰρ ἐν δημοσίῳ λουτρῷ τὴν κατάχρισιν κατ’ αὐτῶν ὥρισε) γυμνὸν ἐπιδεικνύ- μενος τὸ ξίφος, νομίσας ἐκ τούτου φοβεῖν τοὺς τῇ διστόμῳ μαχαίρᾳ τοὺς πολεμίους δαίμονας πολλάκις κατατρώσαντας, οὕτω δὴ οὐ, άποπλεῖν αὐτοὺς κελεύει, οὐκ ἐμβαλλομένους ἐπιτήδεια, οὐ παραμύθιόν ἧι τὸ σύνολον τῆς ἐξορίας ἔχοντας, καὶ τὸ θαυμαστὸν καὶ ἄπιστον, [*](3/4 ι Kor. 4, 9 — 23 vgl. Hebr. 4, 12) [*](B V2 F HN (n) + GSP (s) = r AL (y) W) [*](3 ἀπόστολος BFsyWCass. παῦλοσ V2n ι 5 θεασαμένη Π contemplatura Cass, θεασομένη Val. besser ι 7 ἀσεβείας — κατὰ > s ι 8 οὓς ὑποτάξασ BN2FW οἷσ’ ὑπόταξαι nPy οἷσ’ ὑποτάξαι τούτουσ GS ι οἶτος > GS ι δι’ ἀπειλῶν — 9 ἐκδώσειν] διαπείσειν GS ι ἀπάτης] ἀπὸ τῆς V2 βασάνων H, nicht übersetzt von Cass. ι 10 ἀποκακίσασ B ι χαλεπαῖς B ι 13 αὐτοὺς nach 14 κατάκρισιν ~ V2F, Cass. wie im Text ι αἴωλον B ι 15 ἀφιεμένων B, s. S. 250, 1; 251, 18 I βοών] βοώντων GP ι 16 δυσσεβείᾳ] αἱρέσει H > N, impietatibus Cass. ι 20 παραυτὰ FryW corr. V2 πάραυτα B, s. S. 258, 19 vor σκάφους + δὴ H ι 22 κατ’ αὐτῶν > L ι 22/23 ἐπιδεικνύμενον BV2 ι 24 καταστρώσαντας GS καταστρατώσαντασ P ι 25 ἐμβαλομένουσ B ἐμβαλλόμενοσ Ρ)

257
τῆς θαλάττης ἐπαφριζούσης καὶ δυσχερῶς οἶμαι δι’ αὐτὸ τοῦτο φερούσης καὶ μὴ βουλομένης, ἵν οὕτως εἴπω, δι’ ὑποδοχῆς τῶν άνδρπῶν ἀδίκῳ κοινωνῆσαι κελεύσματι· ἐνέφαινε γὰρ καὶ τοῖς ἀγνοοῦσι καὶ τοῦ κρίναντος τὴν βάρβαρον προαίρεσιν.

Ἕστι γοῦν ἀληθῶς εἰπεῖν· »ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ‘. ἐστέναξε γὰρ ἡ πόλις ἅπασα καὶ μέχρι δὲ νῦν θρηνεῖ καὶ οἱ μὲν ἀλλεπάλλῃ τῇ χειρὶ κτύπον ἐκ στηθῶν μακρὸν ἀπέπεμπον, οἱ δὲ τὰς χεῖρας ὁμοῦ καὶ τοὺς ὀφθαλμοὺς εἰς οὐρανὸν ἀνέτεινον τὴν βίαν διαμαρτυρόμενοι, μόνον οὐχὶ λέγοντες· ἄκουε, οὐρανέ, καὶ ἐνω- τίζου, γῆ«, ὅτι παράνομα τὰ γιγνόμενα. καὶ ὅλως οἰμωγῆς τὸ πᾶν ἐπεπλήρωτο, καὶ μέλη καὶ θρῆνος ἦν ἐν πάσῃ τῇ πόλει χορεύων, τοῖς ποταμὸς ἐκ δακρύων σχεδὸν καλύπτων πλημμύρᾳ τὴν θάλατταν τοῖς ἅπασιν ἄφνω προσεγίνετο.

ὅτε τοίνυν ὁ προειρημένος ἐπὶ τοῦ λιμένος παρὼν τοῖς ἐρέσσουσιν ὑψοῦν τὰ ἱστία προσέταττε, τότε οἰμωγὴ οἰμωγὴ παρθένων καὶ γυναικῶν, πρεσβυτῶν καὶ νέων, καὶ θρῆνοι προσπεπλεγμένοι δάκρυσιν ὀξέσιν, αἱ τῶν ἁπάντων βοαὶ τῆς ἐπαφριζούσης θαλάσσης † τὸν προσρησσόμενον σωρὸν τῷ κύματι κτύ- πον ἐκάλυπτον.

Αλλ οὕτω τῶν προειρημένων ἀποπλεόντων εἰς τὴν Ἠλιούπολιν, ἄνθα δεισιδαιμονῶν πᾶς, ἔνθα τοῦ διαβόλου τὰ πρὸς ἡδονὴν ἐπιτη- Δεύματα, ἔνθα θηρίων ἐφέστια φοβερά ὄρη γὰρ κύκλῳ πανταχόθεν οὐρανῷ προσπελάζοντα), οἱ πάντες λοιπὸν μέσῃ τῇ πόλει, κοινῇ καὶ [*](1 u. 17 vgl. Judas 13 — 5 Jerem. 2, 12 — 9/10 Jes. 1, 2) [*](B V2 F HN(n) + GSP(s) = r AL (y) W) [*](1 θαλάττησ B θαλάσσης die übr. HSS, s. Z. 12, 17 u. S. 258, 14 ι δι’ αὐτὸ τοῦτο] διὰ τοῦτο ry, nicht übersetzt von Cass. ι 3 καὶ > V2 ι 4 καὶ > FH, besser? κρίναντος] κρείττονος B ι 5 ἔστιν οὑν B ι vor ἐξέστη + καὶ F ι 7 ἄλλε ἀλλεπάλλη BP ἀλλ’ ἐπαλλη V2G ἄλλ’ ἐπ’ ἄλλη FNL ἀλλ’ ἐπάλλη W ἐπάλλη ἀλλεν Ac) A ἄλλο ἐπ’ ἄλλω S ἀλλεπαλλήλῳ H ι μακρὸν] μακρόθεν B μακρὰν B P 8 nach εἰς + τὸν V2 + τοὺς Ρ ι οὐρανοὺς r, coelum Cass. ι 10 ἧ γῆ d i II ἁπάσῃ V2 ι 12 ἐκ > Ρ ι 13 προσεγίνετο FNsW προσεγείνετο B προσε- γίγνετο V2 προσεγένετο Hy, currebatque fluvius lacrymarum Cass. ι 14 ἐρέσσουσιν V2Fw αἰρέσσουσιν B ἐρέταισ ry ι 15 πρεσβυτῶν BV2 senionim Cass. πρεσβυτέρων FryW ι 16 θρίνοισ πεπλεγμένοι L ι 17/18 τὸν προσρησσόμενον σωρὸν (σορὸν P) τῶ κύματι κτύματι F) κτύπον BV2FNsyW τὸν προσρησσόμενον τοῖσ’ κύμασι κτύπον H, nicht übersetzt von Cass.; τῶν προσρησσομένων ὀρῶν (oder ἀνέμων s. S. 255, 2) τοῖς κύμασι κτύπον Val.; ob τὸν προσρησσομένων σωρηδὸν σχεδὸν τῶν statt σωρηδὸν vermutet Jülicher) κυμάτων κτύπον? ι 20 ἔνθα εἰσὶ δαιμόνων P ι 21 κύκλῳ] ἢν A ι 22 vor μέσῃ + ἐν A)

258
>ἕχαστος ἰδίᾳ ὀλοφυρόμενοι καὶ στεναγμῶν ἐπιπέμποντες ῥήματα, οὐδὲ >δακρύειν ἐπετρέποντο κελεύσει τοῦ τῆς πόλεως ἐπάρχου Παλλαδίου, >δεισιδαιμονεστάτου καὶ αὐτοῦ τυγχάνοντος. πολλοὶ γὰρ τῶν κλαι- >όντων ἁρπαζόμενοι καὶ φυλακιζόμενοι πρότερον, εἶτ’ αἰκιζόμενοι, ξεόμενοι, Βασανιζόμενοι, τοῖς Φεννηςίοις καὶ Προκονηςίοις παρεδί- >δοντο μετάλλοις, ἄνθρωποι τῆς ἐκκληςίας δἰ ἔνθεον ζῆλον ὑπέρμα- >χοι.

οἱ πλείους γὰρ ἦσαν μονάζοντες, ἐρημίαν οἰχοῦντες δἰ ἄσκη- >σιν· μεθ’ ὦν, εἴκοσι καὶ τριῶν τυγχανόντων, μικρὸν ὕστερον ὁ δι- >άκονος, ὁπαρὰ τοῦ ἀγαπητοῦ ἡμῶν Δαμάσου τοῦ τῆς Ῥώμης ἐπι- >σκόπου κομίσας ἡμῖν ὁμοῦ παρακλγτικὰ καὶ κοινωνικὰ γράμματα, >ὀπίσω τὼ χεῖρε δεθεὶς ὑπὸ δημίων δημοςίᾳ ἤγετο, ὥσπερ τις τῶν >κακούργων περιβόητος·

ὃς φονέων βασάνοις ἐπέκεινα κοινωνήσας >λίθοις καὶ μολιβδίσι κατ’ αὐτῶν τῶν αὐχένων ἐπὶ πολὺ μαστιζόμενος >ἐπέβαινε σχάφους ἐπὶ θαλάττης παραπληςίως τοῖς ἄλλοις, τοῦ θείου >σταυροῦ τὸ σημεῖον ἐπὶ μετώπου χαρακτηρίσας, οὐ τημελείας οὐ θε- >ραπείας τυχών, τοῖς κατὰ Φέννησον παραδοθῆναι μετάλλοις· ἔστι δὲ >ταῦτα τοῦ χαλκοῦ.