Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἠλπίσαμεν ἐν τῷδε τῷ νησυδρίῳ διάγοντες τῶν ὑμετέρων ἀπηλλάχθαι βελῶν, καὶ τῆς ἐλπίδος ἐψεύσθημεν· ἐνταῦθα γὰρ ὑμᾶς ἐξέπεμψαν οἱ διώκοντες, οὐχ ἵνα ὑμᾶς ἀνιάσωσιν, ἀλλ’ ἵνα ἡμᾶς δι’ ὑμῶν ἐξελάσωσιν. ἀφιστάμεθα καὶ τῆς νησῖδος· ταῖς γὰρ τῆς ἀρετῆς ὑμῶν ἀκτῖσι βαλλόμεθα«.

ταῦτα λέγοντες καὶ τὰ τούτοις προσόμοια, εἰς μὲν τὸ ἔδαφος τὴν κόρην κατέβαλον, αὐτοὶ δὲ φροῦδοι πάμπαν ἐγένοντο. ὁ δὲ θεῖος ἐκεῖνος χορὸς προσευξάμενος τὴν κόρην ἀνέστησεν, καὶ τῷ γεγεννηκότι σωφρο- [*](2—S. 249, 10 vgl. Rufin. ebd. 1007, 5 [Georg. Mon. 554, 15]. Sozomen. VI 20, 6—10. q Socrat. IV 24, 12—17 — 11/12 Act. 16, 16—17) [*](B V2 HN(n) + GSP [P bis18 ὑμᾶς ἐξέ] (s) = r AL (y) F) [*](1 τε > nGS ι 1/2 nach καθώρμιστο + ὃν r ι 2 ὁ δύστηνος ἐθήλασεν καὶ τρισάθλιος BN2F ὁ δύστηνος καὶ τρισάθλιος ἐδίωξε r ὁ δύστηνος ἐκεῖνος καὶ τρισάθλιος ἐδίωξε j infelix Lucius expulit Cass. ι 3 ἡγούμενος P ι τε > GS ι 4 γε] δὲ s > ny ι καὶ1 > V2Cass. ι ἠρίδωρον V2 Isidorum Cass. ι 5 ἐξαγαγών] ἐξήγαγον καὶ B, eiieiens Cass. ι 6 δεξαμένην zweimal, das erste expungiert V2 ι 7 πορθμείου nPyF πορθμίου BN2GS ι προσπελάσαντος GS ι ἐκείνων yF ι 10 ἀκτὴν] αὐτὴν Ρ ι ᾗ τὸ πορθμεῖον] πρὸς τὸ πορθμεῖον ἔνθαF ι ἦ BV2 εἰσ’ ἥν ry ι πορθμεῖον nPyF πορθμίον ΒV2GS ι 11 γλώσση y ι κεχρημένος B ι χρησάμενος τῆς κόρης τῇ γλώττῃ ~ V2 ι δι’ αὐτῆς BV2A διὰ ταύτης rAsLF ι > y ι 15 ὀρέων ὀρῶν ΒV2 ι 18 γὰρ > Ρ ι 22 κατέβαλεν, ε auf Rasur, V2 ι 23 ἀνέστησεν Bn suscitavit Cass. ἀνέστησαν V2syF)

249
νοῦσάν τε καὶ ἐρρωμένην ἀπέδωκεν· οἱ δὲ τοῦ θαύματος θεαταὶ πρὸ τῶν ἁγίων ἐκείνων ποδῶν κυλινδούμενοι τῶν τῆς σωτηρίας ἐφοδίων μεταλαχεῖν ἠντιβόλησαν.

καὶ τὸ μὲν τῶν εἰδώλων κατέλυσαν τέμενος, ταῖς δὲ τῆς διδασκαλίας ἀκτῖσι καταυγασθέντες τῆς τοῦ παναγίου βαπτίσματος ἠξιώθησαν χάριτος.

τούτων ἐν τῶ ἄστει δήλων γεγενημένων, πανδημεὶ συνῆλθον ἅπαντες, τῷ Λουκίῳ λοιδορούμενοι καὶ θεήλατον σφὰς ὀργὴν καταλήψεσθαι λέγοντες εἰ μὴ τῶν ἁγίων ἐκείνων ὁ θεῖος ἀφεθείη χορός· οὕτω δείοας ὁ Λούκιος τὸν τῆς πόλεως θόρυβον ἐπανελθεῖν τοῖς θεσπεσίοις ἀνδράσιν ἐπέτρεψεν εἰς τὰ σπήλαια.

Ἱκανὰ μὲν δὴ καὶ ταῦτα δεῖξαι τὴν ἐκείνου βδελυρίαν τε καὶ ἀσέβειαν· σαφέστερον δὲ τὰς τολμηθείσας διδάξει παρανομίας τοῦ θαυμασίου Πέτρου τὰ γράμματα. ἐγὼ δὲ τὸ μῆκος φεύγων τὰ ἐν μέσω, κείμενα τῆς ἐπιστολῆς ἐνθήσω τῇ συγγραφῇ.

»Ὁ τοῦ ἔθνους ἡγεμονεύων Παλλάδιος ἐθνικὸς ὢν τὴν αἵρεσιν καὶ τῶν εἰδώλων ἀεὶ προκυλινδούμενος, κατὰ Χριστοῦ στρατεύεσθαι πολλάκις μελετήσας, τὰ προειρημένα συναθροίσας πλήθη, ὁρμᾷ κατὰ τῆς ἐκκλησίας ὡς ὑποτάξαι βαρβάρους ἐπειγόμενος. τότε δὴ τὰ χείριστα γέγονεν. ἀλλὰ καὶ μόνον ὑπαγορεῦσαι θέλων, τῆς μνήμης ὀδύνην μοι παρασχούσης, ἐπαφῆκα δακρύων ἄμετρον φοράν· καὶ ἐπὶ πολὺ ἔμεινα ἂν τοῦτο πάσχων, εἰ μὴ θείῳ λογισμῷ λωφῆσαι παρεσκεύασα.

ἐν γὰρ τῇ καλουμένῃ ἐκκλησίᾳ Θεωνᾶ ἐπεισελθόντα τὰ [*](* 12— S. 260, 22 Cass. VII 40 —15 —S. 251, 7 Cod. syriac. Br. 14, 725 (= Σ) —15 —S. 252, 7 Michael Syr. VH 7 p. 301 —15 —S. 260 H. E. XI 28 —22 — S. 252, 2 Polydeukes 406, 19. Theophan. 60, 34 Bar. 220r) [*](B V2 F HN(n) + GS(s) =r AL (y) W[von 15 an]) [*](1 ἀπέδωκεν V2n restituit Cass. ἀπέδωκαν BsyF ι 2 ποδῶν ἐκείνων ~ L κυλινδούμενοι B καλινδούμενοι V2ryF ι 7 nach σφὰς + αὐτοὺς n ι vor τῶν + ὁ F, übergeschrieben Ac ι 8 ὀ θεῖος> FCass. ι 11 ἱκανὰ] εἰκόνα 15 κβ am Kand HSS ι ἐθνηκὁσ BG, ι aus η corr. V2 ι 16 προκυλινδούμενος = Σ) προ////καλινδούμενοσ, α aus Corr., V2 προσκυλινδοίμενοσ F, adoraret I nach κατὰ + τοῦ F ι 18 βαρβάρους ὑποτάξαι ~ n ι τότε δὴ τὰ B τότε δὴ τότε die übr. HSS, τότε nur einmal auch bei Cass. Σ Michael ι 19 ἀλλὰ = Σ] ἃ δὴ W quae Cass. > F ι μόνον ὑπαγορεῦσαι θέλων V2FryW = Cass. Σ θέλων μόνον ὑπαγορεῦσαι B ι 20 παρασχοĺσησ B dolore . . . sum cotnmotus Cass. Σ παρεχούσης die übr. HSS ι ἀμέτρων nW ι 21 ἔμεινα ἂν τοῦτο] ἐκείνα τοῦτο ἂν B I λοφῖσαι B)

250
>πλήθη ἀντὶ ῥημάτων σεμνῶν εἰδώλων εὐφημίας ἐπήφιον, ἀντὶ θείων γραφῶν ἀναγνώσεως κρότους χειρῶν ἀσέμνους καὶ κεκλασμένας μετ’ αἰοχρότητος φωνάς κατὰ τῶν τοῦ Χριστοῦ παρθένων ὕβρεις, ἃς ἡ γλῶττα προφέρειν οὐκ ἀνέχεται· αἰοχρὸν γάρ ἐστι καὶ λέγειν.

καὶ γὰρ μόνον τις τῶν εὖ φρονούντων ταῦτα ἀκούσας ἔβυσε τὰς >ἀκοάς, καὶ μᾶλλον ηὔξατο ἂν γενέσθαι κωφὸς ἢ αὐτήκοος γεμέσιαι τῆς αἰσχρολογίας αὐτῷ,.

Ἀλλ’ εἴθε λόγοις ἀρκούμενοι μόνον ἐξημάρτανον καὶ μὴ πράξει τὴν τῶν λόγων ἐνίκων ἀσέλγειαν· εὐύποιστος γὰρ ἡ λοιδορία, κἂν οἳα δή ποτ’ οὖν τυγχάνῃ, παρ’ οἷς οἰκεῖ Χριστοῦ φρόνησις καὶ θεῖα διδάγματα.

αὐτοὶ τοίνυν οὔτοι ὀργῆς σκεύη τυγχάνοντες »κατηρτισμένα εἰς ἀπώλειαν‘, τὴν ῥῖνα σιμώσαντες, ψόφον ἀσελγῆ ἀπὸ τῶν μυκτήρων μακρόν, καὶ ἵν οὕτως εἴπω, ὡς ἀπὸ κρουνοῦ προχέοντες, τὴν μὲν ἐσθῆτα διέρρησσον τῶν ἁγίων τοῦ Χριστοῦ παρθένων, ὧν ἡ ἄσκησις τύπον ἁγίων 〈ἀγγέλων> ἐχαρακτήριξεν, ὡς δ’ ἡ φύοις ἔχει γυμνὰς πᾶσαν τὴν πόλιν ἐθριάμβευον, διαπαίζοντες μετὰ ἀσελγείας ὃν τρόπον ἐβούλοντο, καὶ ὅλως ὠμὰ καὶ ξένα τὰ γενόμενα.

εἰ γοῦν τις ἐπὶ τούτοις συμπαθὼν ἐκώλυεν παραινέσεως χρώμενος λόγοις, τραυματίας ἀπελύετο ἀλλὰ φεῦ τῶν συμφορῶν, [*](4 Ephes. 5, 12 — 11/12 Rom. 9, 22) [*](B V2 F HN (n) + GS (s) = r AL (y) W) [*](1 ἐπήφιον Fry W ἐπίφιον B ἐπηφίουν, aber der Accent über η ausradiert und οὐ aus ο corr., V2 ι 2 ἀσέμνως B, turpes Cass. = Σ ι 3 τοῦ > V2 ι 4 γλῶσσα s ι αἰσχρὸν γάρ ἐστι καὶ λέγειν II, nicht übersetzt von Cass. 5 ταῦτα B talia Cass. = Σ ταύτας V2FryW ι 9 ἀσέλγειαν BV2FrW turpitidinem Cass. Σ ἀσέβειαν y ι εὐύποιστοσ V2FrW εὐυπγστοσB ἐγύποιστοσ y ι 10 τυγχάνει Β 1 Χριστοῦ Σ Σ] θݲυ V2 I 10/11 διδάγματα = Σ] δόγματα B, doctrinae culius Cass. ι 11/12 κατηρτισμένα r Rom. κατηρτισ [. . . . ] ein Strich, wie es scheint, von α noch leserlich B, ἇί perditionem facta Cass. κατηρτισμένοι Y2FyW I 13 ἀπὸ1 Y2FW de Cass. ἁ? [. . . . ] B διὰ ry ι 13/14 κρο[ . . . . . . . ] χέον τεσ B ι 14 διέρησσον By ι τοῦ > ly, s. Z. 3 ι 15 ἀγίων ἀγγέλων Christ. sanctorum — angelorum Cass. ἀγίων II; Σ las ἀνθρώπων πρώτων, oder, mit Correctur im Syr., ἀνθρώπων ἀγίων; vgl. 247, 19 ι 16 γυμνὰς ἀνὰ τῆ πόλιν vermutet Val., vgl, διὰ τῆς πόλεως περιῆγον Theophan. ι διαπαίζοντές + τε V2 I 17 ὅλως] ὅμως F ι 18 nach γενόμενα + γυμνοῦτεσ δημοσία περιῆγον FW im Text, aus einer Randglosse zu γυμνὰς — ἐθριάμβευον ι ἐπὶ τούτοισ’ συμπαθῶ (sie) Σ eos tunc compatiendo Cass. συμπαθῶς ἐπὶ τοίτοισ ry ι ἐκώλυεν BFW prohiberet Cass. = Σ ἐκώλυσε V2ry)

251
πολλαὶ βίαιον φθορὰν ὑπέστησαν σώματος, πολλαὶ τῶν παρθένων ῥοπάλοις κατὰ κεφαλῆς τυπτόμεναι ἔμενον ἀχανεῖς, οὐκ ἐπιτρεπομένων τῶν σωμάτων οὐδὲ τῇ ὁσίᾳ παραδίδοσθαι· πολλὰ οὑν μέχρι σήμερον τῶν γονέων ὀδυρομένων οὐχ εὑρίσκεται σώματα.

Ἀλλὰ τί τὰ μικρὰ πρὸς τὰ μεγάλα διεξέρχομαι; τί δὲ τούτοις ἐμβραδύνω καὶ μὴ σφοδρῶς ἐπὶ τὰ κατεπείγοντα βαίνω; ἐφ’ οἷς εὑ οἶδ’ ὅτι θαυμάσετε καὶ μενεῖτε ἐπὶ πολὺ σὺν ἡμῖν ἀχανεῖς, ἐξιστάμενοι τῆς φιλανθρωπίας τὸν κύριον ὅτι μὴ ἄρδην τὸ ὅλον συνέστειλεν. ἃ γὰρ κατὰ τὸ γεγραμμένον μήτε γέγονε μήτε ἠκούσθη ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν ταῦτα ἐπ’ αὐτοῦ τοῦ θυσιαστηρίου ἐπετέλουν οἱ δυσσεβεῖς.

ὡς γὰρ ἐν κρηπῖδι σκηνῆς ἀτάκτου, παῖδα τὴν ἄρρενα φύσιν ἐξαρνησάμενον καὶ τὴν γυναικείαν ποθήσαντα, στίβει τοὺς ὀφθαλμοὺς κατὰ τὸ γεγραμμένον διαχρισάμενον καὶ φύκει τὰς ὄψεις ἐρυθήναντα, ὡς τὰ παρ’ αὐτοῖς εἴδωλα, θηλυβόρφῳ τῷ σχήματι, ἐπ’ αὐτοῦ τοῦ θυσιαστηρίου ἔνθα κάθοδον τοῦ ἁγίου πνεύματος ἐπικαλούμεθα, εὐκύκλῳ τῇ στροφῇ ὧδε κἀκεῖσε τὼ χεῖρε σχηματιζόμενον, ὀρχεῖσθαι παρεσκεύασαν, πλατὺ μὲν γελῶντες, ἀθέσμους δὲ ἐπαφιέντες φωνάς.

οἱ δὲ πάλιν καὶ τοῦτο πρὸς ἀταξίαν ἡγησάμενοι καὶ τὰ παρωχηκότα εὐπρεπῆ μᾶλλον ἤπερ ἄθεσμα λογισάμενοι, ἐξ αὐτῶν ἕνα γνωριμώτατον ἐν αἰσχρότητι, ὁμοῦ τὴν ἐσθῆτα καὶ τὴν αἰδῶ γυμνωσάμενον ὡς ἡ φύσις ἔχει ὀχήματος, τῷ [*](9/10 Joel 1, 2 — 13 Jerem. 4, 30 — 14 vgl. Sap. Sal. 13, 14) [*](B V2 F HN (n) + GS (s) = r AL (y) W) [*](1 βίαιον BV2 βιαίαν FW violentmn Cass. βιαίως ry ι 2 nach κατὰ + τῆς V2 ι 3 τῆ ὁσία παραδίδοσθαι V2ny τῆ ὁσία παραδίδοσθαι ταφὴ sW τῆ ὁσία παραδίδοσθαι ///////// F solemni scpulturae tradi Cass. τῆ ταφῆ παραδίδοσθαι B. s. unten S. 258, 19 ι πολλὰ οὖν] καὶπολλῶν V2, multa deniqiie Cass. ι 6 ἐνβραδύνω B I 7 θαυμάσητε V2 ι ἀχανεῖς οὑν ἡμ[ν ~ y, Cass. wie im Text 9 μήτε1] μὴ B ι 13 στοιβῆ στοιβὴ nGy στίμει V2 στιμῆ F μάμμη SW ι τοὺς ὀφθαλμοὺσ κατὰ τὸ γεγραμμένον B κατὰ τὸ γεγραμμένον τοὺς ὀφθαλμοὺς V2F ryW, vgl. Jer. στίβι τοὺς ὀφθαλμούς ι 14 φυκί“ ω ι ἐρηθύνοντα F ἐρυθήσαντα S ἐρυθίαντα 6 ι εἰδώλοις s ι 15 τῷ > s ι θυσιαστηρίου BV2FW Cass. ἀγίου θυσιαστηρίου ry ι 18 δὲ1 > B ι 19 εὐταξίαν aus ἀταξίαν mit Con- jectur Lc, vgl. Cass.: qui rursus hoc parvum iudicantes πρὸς ἀταξίαν nicht übersetzt), als ob er μικρὸν nach τοῦτο gelesen ätte; den Text ärt Noesselt: »omnem hanc petulantiam quasi ἐν κρηπῖδι σκηνῆς ἀτάκτου actam esse modo dixerat Petrus, quare nunc narrat eosdem nebulones iterum fecisse quod πρὸς ἀταξίαν idoueum «; ob τοῦτ’ #x003E; πρὸς ἀταξίαν? ülicher ι 20 ἑαυτῶν B)

252
τῆς ἐκκληοίας ἐπιβιβάσαντες θρόνῳ δημηγόρον αἰσχρὸν κατὰ Χριστοῦ προσηγόευσαν.