Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

τοῦ δὲ ὑπάρχου χαλεπήναντος καὶ ἀνόητον εἶναι φήσαντος, ὁ θεῖος ἔφη Βασίλειος· ταύτην ἔχειν εἰς ἀεὶ τὴν ἄνοιαν εὔχομαι«. ἐπειδὴ δὲ ἐξελθεῖν προσετάχθη καὶ τὸ πρακτέον βουλεύσασθαι καὶ τῇ ὑστεραίᾳ δηλῶσαι τὴν γνώμην (συνῆπτο δὲ τοῖς λόγοις καὶ ἀπειλή), φάναι [*](9—19 vgl. Gregor. Nyss. Contra Eunomium I PG 45, 292Aff — 19/20 vgl. Gregor. Nazianz. Orat. XLIII 48 —23 —S. 244, 2 vgl. Sozomen. VI 16, 5. Rufin. Η. Ε. XI 9 S. 1016, 10. Socrat. IV 26, 19) [*](B V2 HN (n) + GSP [P von 22 ταίτην] (s) = r AL (y) F) [*](1 ταίτης] αὐτῆς B ι nach Βασίλειος + ὁ μέγας n, fehlt bei Cass. 6 ἀρχέτυπον V2r ι 7 ἤρκεσαν V2 ι γὰρ] γὰρ καὶ B, enim caeteris Cass. 9 τὸν > n ι τῆς > F ι11 nach λόγοις + τε Β ι 12 τε > BG 13 δουμάτοσ A ι 15 τούτοισ’ F ι ἐκεῖνοι ΒV2 ἐκεῖνοί τε die übr. HSS 17 λογίοις B eloquiis Cass. V 2 rgF ι 18 εἰ δέοι πάσασ ΒV2 si cojitingat etiam omnes Cass. καὶ πάσας εἰ δέοι ryP ι 19 εἰδέασ NGy ι 20 δίχα] ἄνευ yF ὀλεθρίαν ἀποκαλῶ] ὀθνίαν καλῶ v2, pemiciem . . . appello Cass. ι 21 καὶ ἀνόητον εἶναι φήσαντος > F ι ἀνόητον εἶναι BV2 stidtunique voeitaret Cass. ἀνοηταίνειν ry ι 22 ἄνοιαν] ἀνομίαν F ι 24 συνήπτετο B)

244
λέγεται ὁ πανεύφημος ἐκεῖνος ἀνήρ· »ἐγὼ μὲν ὁ αὐτός σοι καὶ αὔριον ἥξω· σὺ δὲ μὴ μεταβάλῃς τὴν γνώμην, ἀλλὰ χρῆσαι ταῖς ἀπειλαῖς«.

μετὰ τούσδε τοὺς λόγοις ὁ ὕπαρχος ὑπαντήσας τῷ βασιλεῖ ἀπήγγειλέ τε τὰ εἰρημένα καὶ τὴν τοῦ ἀνδρὸς ἀνεδίδαξεν ἀρετήν, καὶ τὸ τῆς ψυχῆς ἀνδρεῖον καὶ θαρραλέον ἐμήνυσε.

καὶ τότε μὲν σιγήσας ὁ βασιλεὺς εἰσελήλυθεν.

Ἐπειδὴ δὲ κατὰ τῆς οἰκίας εἶδεν θεηλάτους καταπεμφθείσας πληγὰς ὅ τε γὰρ υἱὸς αὐτοῦ ἀρρωστήσας παρ’ αὐτὰς ἢν τοῦ θανάτου τὰς πύλας καὶ τὴν γαμετὴν διάφορα ἐπολιόρκει παθήματα) καὶ τὴν αἰτίαν ἐπέγνω τῶν σκυθρωπῶν, τὸν θεῖον ἄνθρωπον,

ὃν κολάσειν ἠπείλησεν, ἐλθεῖν εἰς τὴν οἰκίαν ἠντιβόλησεν. οἱ δὲ στρατηγοὶ τοῖς βασιλικοῖς διηκόνουν προστάγμασι τότε ὁ μέγας Βασίλειος καταλαβὼν τὰ βασίλεια καὶ τὸν τοῦ βασιλέως υἱὸν παρ’ αὐτὴν ὄντα τὴν τελευτὴν θεασάμενος, πρὸς τὴν ξωὴν τοῦτον ἀναστρέψειν ὑπέσχέτο, εἰ τοῦ παναγίου διὰ τῶν εὐσεβούντων ἀξιωθείη βαπτίσματος·

καὶ ταῦτα εἰπὼν ἐξελήλυθεν. ὁ δὲ τῶν ὅρκων κατὰ τὸν ἀνόητον μεμνημένος Ἡρώδην τοῖς συμπαροῦσιν αὐτῷ ἐκ τῆς Ἀρείου συμμορίας βαπτίσαι τὸ παιδίον προσέταξε· τὸ δὲ παραυτίκα τοῦ βίου τὸ τέλος ἐδέξατο.

Μεταμεληθεὶς δὲ βολῆς καὶ τὴν ἐπιβλαβῆ τῶν ὅρκων ἀλήθειαν [*](3—5 vgl. Gregor. Nazianz. ebd. 51 —8 —13 vgl. Rufin. ebd. Sozomen. YI 16, 2 u. 9. Socrat. IV 26. 21— —10 —19 vgl. S. in magn. Basil. S. Ephr. opera ed. Romae 1743, t. II, p. 294 D. Nazianz. ebd. 54 — 16/17 Matth. 14, 7—9. Mark. 6, 23—26) [*](* 12— S. 245, 5 Cod. syriac. Br. Mus. Add. 17, 147 F. 143r (= Σ)) [*](B V2 HN (n) GSP [bis 1 ἀνήρ] Ρ2 [von 1 ἐγὼ an] AL (y) F) [*](1 ὁ2 > B ι 2 μεταβάλλῃς V2 ι 3 τοὺς δὲ Bn τούτους δὲ YspzF δὲ τούτουσ y ι ἀπαντήσας v2 ι 4 τε > Ρ2 ι ἀνεδίδαξεν B ἐδίδαξεν die übr. HSS, nuntiavit Cass. ι 5 Λαὶ1] τε καὶ P2 ι θαρσαλέον ν2 ι 6 εἰσῆλθεν B | 7 κατὰ τῆς οἰκίας εἶδεν θεηλάτους] κατὰ τὴν οἰκίαν αὐτοῦ θεηλάτους εἶδε y 8 αὐτοῦ B eins Cass. > Y2nP2yF ι 8/9 τἀς πύλας τοῦ θανάτου ~ y, mortis portaw Cass. ι 9 nach γαμετὴν + δὲ n ι καὶ2 > y ι 10 τῶν σκυθρωπῶν ἐπέγνω ~ n ι nach θεῖον + τοίνυν yF ι 12 τότε ὁ μέγας BV2nP2Σ itaque magnus Cass. τότε ὁ μὲν yF ι 14 τοῦτον ἀναστρέψειν V2 eiim remeaturum esse Cass. ἀναστρέψειν τοῦτον B τοῦτον ὑποστρέψειν n τοῦτον n τοῦτον [. . .] στρέ ψειν Ρ2 τοῦτον ἀναστρέψαι yF ι 15 βαπτίσματος vor διὰ τῶν ~ yF ι 17 συμμορίας Ἀρείου ~ yF ι 18 τὸ δὲ Bn τότε ν2 ὁ δὲ P2yF ι 20 βάλῃς P2yF ὁ οὐάλησ n Valens Cass. = Σ ὁ βασιλεὺς ΒV2)

245
λογιοάμενος, εἴς τε τὸν θεῖον νεὼν εἰσελήλυθε καὶ τῆς τοῦ μεγάλου Βασιλείου διδασκαλίας ἀπήλαυσε καὶ τῷ θυσιαστηρίῳ τὰ εἰωθότα προσενήνοχε δῶρα. καὶ εἴσω δὲ αὐτῶν τῶν παραπετασμάτων ἔνθα καθῆστο γενέσθαι κελεύσας, πολλοὺς πρὸς αὐτὸν περὶ τῶν θείων δογμάτων ἐποιήσατο λόγους καὶ δὴ καὶ λέγοντος ἤκουσεν.

παρῆν δέ τις Δημοσθένης καλούμενος τῶν βασιλικῶν προμηθούμενος ὄψων, ὃς τῷ διδασκάλῳ τῆς οἰκουμένης ἐπιμεμψάμενος ἐβαρβάρισεν. ὁ δὲ θεῖος Βασίλειος μειδιάσας· »ἐθεασάμεθα«, ἔφη, »καὶ Δημοσθένην ἀγράμματον«. ἐπειδὴ δὲ ἐκεῖνος πλέον δυσχεράνας ἠπείλησε· »σόν ἐστιν«, ἔφη ὁ μέγας Βαοίλειος, »τῆς τῶν ζωμῶν καρυκείας φροντίζειν· δογμάτων γὰρ θείων ἐπαίειν οὐ δύνασαι, βεβυσμένας ἔχων τὰς ἀκοάς«. ταῦτα μὲν δὴ πρὸς τοῦτον ἔφη.

ὁ δὲ βασιλεὺς οὕτως ἠγάσθη τὸν ἄνδρα ὡς καὶ χωρία τὰ κάλλιστα ὤ εἶχεν αὐτόθι τοῖς ὑπ’ αὐτοῦ φροντιζομένοις δωρήσασθαι πένησιν, οἳ τὸ σῶμα ἅπαν λελωβημένοι πλείονος ὅτι μάλιστα θεραπείας προσδέονται.

Τὴν μὲν οὖν πρώτην τοῦ Βάλεντος προσβολὴν οὕτω διέφυγεν ὁ μέγας Βασίλειος. ἐπειδὴ δὲ πάλιν πάλιν αὐτόσε, καὶ τῶν προτέρων ἐπιλελησμένος (ὑπὸ γὰρ τῶν ἐξαπατώντων ἐπολιορκεῖτο τὴν γνώμην) τῆς τῶν ἐναντίων αὐτὸν αὖθις γενέσθαι μερίδος παρῄνεσεν, εἶτα μὴ πείσας τὸν περὶ τῆς ἐξορίας γραφῆναι νόμον ἐκέλευσε.

τοῦτον δὲ [*](1—5 ; vgl. Sozomen. VI 16, 7. Gregor. Nazianz. ebd. 52, 53 — 6 vgl. Nazianz. ebd. 47. Gregor. Nyss. Contra Eunomium ι PG 45, 293 B —20 — S. 246 vgl. S. Ephraem ebd. 295 D. Gregor. Nazianz. ebd. 54) [*](* 5—9 u. 12—15 Polydeukes 414, 20 u. 16. Theophan. 63, 24. Gramer Exe. Bar. F 220v —13 — S. 246, 5 Niceph. H. E. XI 18 —17 — S. 246, 5 ebd. (= Σ) —19 — S. 246, 4 Theophan. 64, 1. Polydeukes 416, 1. Exe. Bar. edb.) [*](B v2 HN (n) + GSP [von 9 δυσχεράνας an] (s) = r Ρ2 [bis 9 ἐκεῖνος] AL (y) F) [*](1 τε] γε A I 2 ἀπέλαυσε, ἑ auf Rasur v2 ἀπήλαυσε. η von zweiter Hand F 3 δῶρα προσενήνοχε ~ V2 ι αὐτῶν BV2 αὐτὸν nP2yF, intra aidaea residehat Cass. ι nach τῶν + θείων n, fehlt bei Cass. Σ ι 4 κελεύσας γεωέσθαι ~ n, venire praecipiens Cass. ι γενέσθαι > yF ι κελεύσας] καλέσασ L ι 4/5 περὶ τῶν θείων δογμάτων > F ι 5 καὶ2 > nyF ι nach λέγοντος + αὐτοῦ v2 ι ἤκουσεν BN2P2 aiidivit Cass. ἤκουε nyF ι 9 δὲ > A πλέον ἐκεῖνος cvj nP2yF ι nach ἠπείλησε + ἢν ἐστιν expungiert, u. dann 9/10 σὸν ἐστιν > v2 ι 10 ὁ μέγας Βασίλειος ~V2 ι ἔφη n ι καρυκιίασB 11 ἐπαίειν] ἐπακούειν ι 13 τὰ BV2Nic. > ryFPolyd. ι 16 οὐάλεντοσ s, von zweiter Hand V2 ι 17 αὐτόσε καὶ V2 = Σ αὐτὸς ἐκ B illic Cass. αὐτὸσ καὶ ryF 19 μερίδος] μοίρας r ι παρῄνεσεν] προσέταξεν n, movebat Cass.)

246
τῇ χειρὶ πειραθεὶς βεβαιῶσαι οὐδεμίαν στοιχείου κεραίαν ἐξέτεινεν· ὁ γὰρ κάλαμος συνετρίβη. ἐπειδὴ δὲ καὶ ὁ δεύτερος καὶ ὁ τρίτος κάλαμος ταὐτὸ πάθος ὑπέμεινε καὶ βεβαιῶσαι τὸν δυσσεβῆ νόμον ἐκεῖνον ἐφιλονείκει, ἐσείσθη μὲν ἡ δεξιὰ καὶ τρόμον ἐδέξατο· δείματος δὲ πλήρης ἡ ψυχὴ γενομένη ἀμφοῖν τοῖν χεροῖν τὸν χάρτην διέρρηξε.

καὶ πέπεικε τῶν ὅλων ὁ πρύτανις ὡς καὶ τοὺς ἄλλους αὐτὸς ἐνδέδωκεν ἐκεῖνα παθεῖν, καὶ τοῦτον τῶν ἐπιβουλῶν ἀπέφηνε κρείττονα· διὰ μὲν τῶν περὶ τοῦτον γεγενημένων τὴν δύναμιν τὴν οἰκείαν δεικνύς, διὰ δὲ τῆς ἑτέρας οἰκονομίας τῶν ἀρίστων ἀνδρῶν τὴν ἀνδρείαν κηρύττων. ἐνταῦθα μὲν οὑν ὁ βάλῃς προσβαλὼν τῆς ἐλπίδος ἐψεύσθη.

Ἐν Ἀλεξανδρείᾳ δέ, Ἀθανασίου τοῦ νικηφόρου μετὰ τοὺς πολλοὺς ἀγῶνας καὶ τοὺς ἰσαρίθμους στεφάνους λύσιν τῶν πόνων εἰληφότος καὶ εἰς τὴν πόνων ἐλευθέραν βιοτὴν μεταστάντος, Πέτρος ἀνὴρ ἄριστος τὴν προεδρίαν ἐδέξατο, πρώτης μὲν τῆς μακαρίας ἐκείνης ψηφισαμένης αὐτὸν κεφαλῆς, πάντων δὲ συμψήφων γεγενημένων, καὶ τῶν ἰερωμένων καὶ τῶν ἐν τέλει καὶ ἀξιωτάτων.

καὶ ὁ λαὸς δὲ ἅπας ταῖς εὐφημίαις ἐδήλου τὴν ἡδονήν· τῶν γὰρ Ἀθανασίου συμμετέσχεν ἱδρώτων καὶ ἐνδημοῦντί τε καὶ ἀποδημοῦντι συνῆν καὶ τοὺς παντοδαποὺς σὺν ἐκείνῳ κινδύνους ὑπέμεινεν. διά τοι τοῦτο καὶ τῶν ἀρχιερέων συνέδραμον οἱ πελάζοντες, καὶ τὰς ἀσκητικὰς καταλιπόντες παλαίστρας οἱ ἐν ἐκείναις διάγοντες τὸν Ἀθανασίου θρόνον κληρονομῆσαι τὸν Πέτρον ἠξίουν.