Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ὁ δὲ βασιλεὺς οὕτως ἠγάσθη τὸν ἄνδρα ὡς καὶ χωρία τὰ κάλλιστα ὤ εἶχεν αὐτόθι τοῖς ὑπ’ αὐτοῦ φροντιζομένοις δωρήσασθαι πένησιν, οἳ τὸ σῶμα ἅπαν λελωβημένοι πλείονος ὅτι μάλιστα θεραπείας προσδέονται.

Τὴν μὲν οὖν πρώτην τοῦ Βάλεντος προσβολὴν οὕτω διέφυγεν ὁ μέγας Βασίλειος. ἐπειδὴ δὲ πάλιν πάλιν αὐτόσε, καὶ τῶν προτέρων ἐπιλελησμένος (ὑπὸ γὰρ τῶν ἐξαπατώντων ἐπολιορκεῖτο τὴν γνώμην) τῆς τῶν ἐναντίων αὐτὸν αὖθις γενέσθαι μερίδος παρῄνεσεν, εἶτα μὴ πείσας τὸν περὶ τῆς ἐξορίας γραφῆναι νόμον ἐκέλευσε.