Historia Ecclesiastica
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.
καὶ ταῦτα εἰπὼν ἐξελήλυθεν. ὁ δὲ τῶν ὅρκων κατὰ τὸν ἀνόητον μεμνημένος Ἡρώδην τοῖς συμπαροῦσιν αὐτῷ ἐκ τῆς Ἀρείου συμμορίας βαπτίσαι τὸ παιδίον προσέταξε· τὸ δὲ παραυτίκα τοῦ βίου τὸ τέλος ἐδέξατο.
Μεταμεληθεὶς δὲ βολῆς καὶ τὴν ἐπιβλαβῆ τῶν ὅρκων ἀλήθειαν [*](3—5 vgl. Gregor. Nazianz. ebd. 51 —8 —13 vgl. Rufin. ebd. Sozomen. YI 16, 2 u. 9. Socrat. IV 26. 21— —10 —19 vgl. S. in magn. Basil. S. Ephr. opera ed. Romae 1743, t. II, p. 294 D. Nazianz. ebd. 54 — 16/17 Matth. 14, 7—9. Mark. 6, 23—26) [*](* 12— S. 245, 5 Cod. syriac. Br. Mus. Add. 17, 147 F. 143r (= Σ)) [*](B V2 HN (n) GSP [bis 1 ἀνήρ] Ρ2 [von 1 ἐγὼ an] AL (y) F) [*](1 ὁ2 > B ι 2 μεταβάλλῃς V2 ι 3 τοὺς δὲ Bn τούτους δὲ YspzF δὲ τούτουσ y ι ἀπαντήσας v2 ι 4 τε > Ρ2 ι ἀνεδίδαξεν B ἐδίδαξεν die übr. HSS, nuntiavit Cass. ι 5 Λαὶ1] τε καὶ P2 ι θαρσαλέον ν2 ι 6 εἰσῆλθεν B | 7 κατὰ τῆς οἰκίας εἶδεν θεηλάτους] κατὰ τὴν οἰκίαν αὐτοῦ θεηλάτους εἶδε y 8 αὐτοῦ B eins Cass. > Y2nP2yF ι 8/9 τἀς πύλας τοῦ θανάτου ~ y, mortis portaw Cass. ι 9 nach γαμετὴν + δὲ n ι καὶ2 > y ι 10 τῶν σκυθρωπῶν ἐπέγνω ~ n ι nach θεῖον + τοίνυν yF ι 12 τότε ὁ μέγας BV2nP2Σ itaque magnus Cass. τότε ὁ μὲν yF ι 14 τοῦτον ἀναστρέψειν V2 eiim remeaturum esse Cass. ἀναστρέψειν τοῦτον B τοῦτον ὑποστρέψειν n τοῦτον n τοῦτον [. . .] στρέ ψειν Ρ2 τοῦτον ἀναστρέψαι yF ι 15 βαπτίσματος vor διὰ τῶν ~ yF ι 17 συμμορίας Ἀρείου ~ yF ι 18 τὸ δὲ Bn τότε ν2 ὁ δὲ P2yF ι 20 βάλῃς P2yF ὁ οὐάλησ n Valens Cass. = Σ ὁ βασιλεὺς ΒV2)
παρῆν δέ τις Δημοσθένης καλούμενος τῶν βασιλικῶν προμηθούμενος ὄψων, ὃς τῷ διδασκάλῳ τῆς οἰκουμένης ἐπιμεμψάμενος ἐβαρβάρισεν. ὁ δὲ θεῖος Βασίλειος μειδιάσας· »ἐθεασάμεθα«, ἔφη, »καὶ Δημοσθένην ἀγράμματον«. ἐπειδὴ δὲ ἐκεῖνος πλέον δυσχεράνας ἠπείλησε· »σόν ἐστιν«, ἔφη ὁ μέγας Βαοίλειος, »τῆς τῶν ζωμῶν καρυκείας φροντίζειν· δογμάτων γὰρ θείων ἐπαίειν οὐ δύνασαι, βεβυσμένας ἔχων τὰς ἀκοάς«. ταῦτα μὲν δὴ πρὸς τοῦτον ἔφη.
ὁ δὲ βασιλεὺς οὕτως ἠγάσθη τὸν ἄνδρα ὡς καὶ χωρία τὰ κάλλιστα ὤ εἶχεν αὐτόθι τοῖς ὑπ’ αὐτοῦ φροντιζομένοις δωρήσασθαι πένησιν, οἳ τὸ σῶμα ἅπαν λελωβημένοι πλείονος ὅτι μάλιστα θεραπείας προσδέονται.