Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ὅπως δὲ οὗτος τῶν θείων ὑπερήθλει δογ- μάτων, τὰ μετὰ ταῦτα δηλώσει.

Ἐπειδὴ γὰρ ὁ θεῖος Εὐσεβίος μετὰ τοὺς πολλοὺς ἀγῶνας καὶ τὰς ἰσαρίθμους νίκας καὶ τὸ τῶν μαρτύρων ἐδέξατο τέλος, ουνῆλθε μὲν ουνήθως τοῦ ἔθνους ἡ σύνοδος, ἀφίκετο δὲ καὶ Ἰοβἷνος, τῆς Πέρρης τηνικαῦτα ἐπίσκοπος ὤν.

ὀλίγον δέ τινα χρόνον οὕτος τῆς τῶν Ἀρειανιξόντων ἠνέσχετο κοινωνίας. πάντων δὴ οὑν τὸν Ἀντίο- χον ψηφισαμένων τοῦ θείου διάδοχον, καὶ παρὰ τὴν ἱερὰν τρἀπεξ‘‘ν ἀγαγόντων τε καὶ κλῖναι βιασαμένων τὰ γόνατα, ἐπειδὴ στραφεὶς εἶδε τὸν ιοβἷνον τὴν δεξιὰν ἐπιτιθέντα τῇ κεφαλῇ, ἀπεσείσατό τε τὴν χεῖρα καὶ τῶν χειροτονούντων ἀποκριθῆναι προσέταξε, λέγων μὴ ἀνέξεσθαι δεξιᾶς δεξαμένης διὰ βλασφημίας τελεσθέντα μυστήρια, ἀλλὰ ταῦτα μὲν μετ’ οὐ πολὺν χρόνον ἐγένετο·

τότε δὲ εἰς τὴν Ἀρμενίαν τὴν ἐνδοτέραν ἀπήχθη. ὁ δὲ θεῖος Εὐσεβίος παρὰ τὸν Ἴστρον διῆγε, τῶν Γότθων τὴν Ορᾴκην ληιζομένων καὶ τὰς πόλεις πολιορκούντων, ὡς τὰ παρ’ ἐκείνου γραφέντα δηλοῖ.