Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

εἰ γὰρ μάθοι, ἔφη, τὸ πλῆθος ζήλῳ θείῳ συντεθραμμένον, σὲ μὲν κατακοντιοῦσιν , ἐγὼ δὲ τὰς ὑπὲρ τῆς σῆς τελευτῆς εἰσπραχθήσομαι δίκας«. ταῦτα εἰπὼν καὶ τὴν ἑσπερινὴν λειτουργίαν συνήθως ἐπιτελέσας, περὶ αὐτὰς τοῦ ὕπνου τὰς εἰσβολάς, ἑνὶ θαρρήσας τῶν οἰκετῶν, μόνος ἐξελήλυθεν ὁ πρεσβύτης βαδίζων· εἵπετο δὲ ὁ θεράπων, προσκεφάλαιον μόνον καὶ βιβλίον κομίζων.

καταλαβὼν δὲ τοῦ ποταμοῦ τὴν ὄχθην (παρ᾿ αὐτοὺς γὰρ τοῦ ἄστεως τοὺς περιβόλους ὁ Εὐφράτης ἔχει τὸν πόρον), ἐπέβη τε πορθμείου καὶ τοῖς ἐρέταις ἐλαύνειν ἐπὶ τὸ Ζεῦγμα προσέταξεν. ἡμέρας δὲ γενομένης, ὁ μὲν τὸ Ζεῦγμα κατέλαβεν, τὰ δὲ Σαμόσατα ὀδυρμῶν ἢν καὶ θρήνων μεστά.

τοῦ γὰρ οἰκέτου ἐκείνου τοῖς γνωρίμοις τὰ προστεταγμένα μηνύσαντος, καὶ τίνας μὲν αὐτῷ συνεκδημῆσαι προσήκει, ποίας δὲ βίβλους κομίσαι, ὠλοφύροντο μὲν ἅπαντες τοῦ ποιμένος τὴν στέρησιν, πλήρης δὲ ὁ τοῦ ποταμοῦ πόρος τῶν πλεόντων ἐγένετο.

ἐπειδὴ δὲ ἀφίκοντο καὶ τὸν ποθούμενον εἶδον ποιμένα, ὀδυρόμενοι μὲν καὶ στένοντες καὶ πηγὰς δακρύων προχέοντες πείθειν ἐπειρῶντο μένειν, καὶ μὴ προέσθαι τοῖς λύκοις τὰ πρόβατα.

ἐπειδὴ δὲ οὐκ ἔπεισαν ἤκουσαν δὲ αὐτοῦ τὸν ἀποστολικὸν ἀναγινώσκοντος νόμον ὃς διαγορεύει σαφῶς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι) οἱ μὲν αὐτῷ χρυσίον προσήνεγκαν, οἱ δὲ ἀργύριον, ἄλλοι δὲ ἐσθῆτα, ἕτεροι δὲ οἰκέτας, ὡς εἰς ξένην καὶ ἑκὰς κειμένην ἀπαίροντι γῆν.

ὁ δὲ σμικρά τινα παρὰ τῶν γνωριμωτέρων λαβὼν καὶ διδασκαλίαις [*](2 vgl. Basil. Epist. 243, 2 PG 32, 905 A — 21 Tit. 3, 1) [*](B V2 HN(n) + GSP(s) = r AL (y) F) [*](2 οἱ V2 αὐτῶ iLF αὐτώ καὶ A > B ι παρεγγύησεν B παρέγγύησε V2 4 κατακοντιοῦσιν BV2 καταποντιοῦσιν ryF, interimet Cass. ’de peur que le peuple . . . ne le « Michael ι 1) παρ’ αὐτώ — 10 τῶ περιβόλῳ yF, juxta ipsos nmros Cass. ι ἄστεως BP, ο auf Rasur V2F ἄστεοσ nGSy ι 10 πορθμείου Η πορθμίου BV2 πορθμίω s πορθμείῳ NyF ι 11 προσέταξεν] παρηγγύησε y ι ἡμέρας — 12 κατέλαβεν BV2 Cass. > ryF ι 12 γεναμένησ B ι 15 ὀλοφύρωντο B ingemiscebant Cass. ὠλοφύραντο, aber α scheint aus ο corr., V2 ι 17 ποιμένα εἶδον cvD B ι 18 μὲν > B ι 19 πρόβατα BrNic. ores Cass. θρέμματα V2BmyF ι 20 δὲ2] γὰρ B ι ἀναγιγνώσκοντα B ι 22 ἤνεγκαν B, obiulerunt Cass. ἄργυρον n ι ἄλλοι δὲ BV2 οἱ δὲ ryF ι αἰσθητὰ B ι 23 ὥς εἰς ξένην > yF, am Rand Ae ι καὶ] τὴν L ι ἑκὰς κειμένην yF κεκακισμένην B πόρρω κειμένην T ἀπῳκισμένην V2 tanquani ad ’percgrinam et exlraneam propcranti terram Case.)

235
ἅπαντας καὶ προσευχαῖς καθοπλίσας καὶ τῶν ἀποστολικῶν ὑπερμαχεῖν δογμάτων παρεγγυήσας ἐπὶ τὸν Ἴστρον ἀπῆρεν. οἱ δὲ τὸ σφέτερον ἄστυ καταλαβόντες καὶ ἀλλήλους παραθήξαντες, προσέμενον τῶν λύκων τὰς προσβολάς.

Διηγήσομαι δὲ καὶ τῆς τούτων πίστεως τὸ θερμόν τε καὶ ἀκραιφνές, ἀδικεῖν νομίζων εἰ μὴ διὰ τῆς συγγραφῆς ἀείμνηστος γένοιτο. ἐπειδὴ γὰρ οἱ τῆς Ἀρείου συμμορίας, τοῦ πάντα ἀρίστου ποιμένος τὴν ποίμνη,, γυμνώσαντες, ἕτερον ἀντ’ ἐκείνου προὐβάλοντο πρόεδρον, οὐδεὶς τῶν τὴν πόλιν ἐκείνην οἰκούντων, οὐ πενίᾳ συζῶν, οὐ πλούτῳ κομῶν. οὐκ οἰκέτης, οὐ χειροτέχνης, οὐ γηπονος, οὐ φυτοκόμος, οὐκ ἀνήρ, οὐ γυνή, οὐ νέος, οὐ πρεσβύτης, εἰς ἐκκλησιαστικὸν συνήθως ἀφίκετο σύλλογον· μόνος δὲ διῆγεν ἐκεῖνος, οὐδενὸς αὐτὸν οὔτε ὁρῶντος οὔτε λόγου μεταδιδόντος, καίτοι φασὶν αὐτὸν ἐπιεικείᾳ συνεζηκέναι ποiλῇ. ἐρῶ δὲ καὶ τούτου τεκμήριον.

Ἐπειδὴ γὰρ λούσασθαι βουληθέντος οἱ οἰκέται τοῦ βαλανείου τὰς θύρας ἔκλεισαν τοὺς εἰσελθεῖν βουλομένους κωλύοντες, πλῆθος πρὸ τῶν θυρῶν θεασάμενος ἀναπετάσαι ταύτας ἐκέλευσε, καὶ ἀδεῶς τοῦ λουτροῦ τοὺς πάντας κοινωνῆσαι προσέταξε. ταὐτὸ δὲ τοῦτο καὶ ἔνδον ἐν τοῖς θόλοις πεποίηκε. λουομένῳ γὰρ αὐτῷ παρεστηκότας ἰδών συμμετασχεῖν τῶν θερμῶ, ὑδάτων ἐκέλευσεν· οἱ δὲ σιγῶντες εἱστήκεισαν. ὁ δὲ τιμὴν τὴν στάσιν ὑπολαβών, θᾶττον ἀναβὰς ἐξελήλυθεν.