Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

εἰ γὰρ μάθοι, ἔφη, τὸ πλῆθος ζήλῳ θείῳ συντεθραμμένον, σὲ μὲν κατακοντιοῦσιν , ἐγὼ δὲ τὰς ὑπὲρ τῆς σῆς τελευτῆς εἰσπραχθήσομαι δίκας«. ταῦτα εἰπὼν καὶ τὴν ἑσπερινὴν λειτουργίαν συνήθως ἐπιτελέσας, περὶ αὐτὰς τοῦ ὕπνου τὰς εἰσβολάς, ἑνὶ θαρρήσας τῶν οἰκετῶν, μόνος ἐξελήλυθεν ὁ πρεσβύτης βαδίζων· εἵπετο δὲ ὁ θεράπων, προσκεφάλαιον μόνον καὶ βιβλίον κομίζων.

καταλαβὼν δὲ τοῦ ποταμοῦ τὴν ὄχθην (παρ᾿ αὐτοὺς γὰρ τοῦ ἄστεως τοὺς περιβόλους ὁ Εὐφράτης ἔχει τὸν πόρον), ἐπέβη τε πορθμείου καὶ τοῖς ἐρέταις ἐλαύνειν ἐπὶ τὸ Ζεῦγμα προσέταξεν. ἡμέρας δὲ γενομένης, ὁ μὲν τὸ Ζεῦγμα κατέλαβεν, τὰ δὲ Σαμόσατα ὀδυρμῶν ἢν καὶ θρήνων μεστά.

τοῦ γὰρ οἰκέτου ἐκείνου τοῖς γνωρίμοις τὰ προστεταγμένα μηνύσαντος, καὶ τίνας μὲν αὐτῷ συνεκδημῆσαι προσήκει, ποίας δὲ βίβλους κομίσαι, ὠλοφύροντο μὲν ἅπαντες τοῦ ποιμένος τὴν στέρησιν, πλήρης δὲ ὁ τοῦ ποταμοῦ πόρος τῶν πλεόντων ἐγένετο.

ἐπειδὴ δὲ ἀφίκοντο καὶ τὸν ποθούμενον εἶδον ποιμένα, ὀδυρόμενοι μὲν καὶ στένοντες καὶ πηγὰς δακρύων προχέοντες πείθειν ἐπειρῶντο μένειν, καὶ μὴ προέσθαι τοῖς λύκοις τὰ πρόβατα.