Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Κατὰ τοῦτον τὸν χρόνον καὶ ἡ τῶν Μεσσαλιανῶν ἐβλάστησεν αἵρεσις· Εὐχίτας δὲ τούτους προσαγορεύουσιν οἱ εἰς τὴν Ἑλλάδα φωνὴν τοὔνομα μεταβάλλοντες, ἔχουσι δὲ καὶ ἑτέραν προσηγορίαν ἐκ τοῦ πράγματος γενομένην· ᾿Ενθουσιασταὶ γὰρ καλοῦνται, δαίμονός τινος ἐνέργειαν εἰσδεχόμενοι καὶ πνεύματος ἁγίου παρουσίαν ταύτην ὑπολαμβάνοντες, οἱ δὲ τελείαν τὴν νόσον εἰσδεδεγμένοι ἀποστρέφονται μὲν τὴν τῶν χειρῶν ἐργασίαν ὡς πονηρίαν ὕπνῳ δὲ σφὰς αὐτοὺς ἐκδιδόντες τὰς τῶν ὀνείρων φαντασίας προφητείας ἀποκαλοῦσι.

ταύτης ἐγένοντο τῆς αἱρέσεως ἀρχηγοὶ Δαδώης τε καὶ Σαβᾶς καὶ ᾿Αδέλφιος καὶ Ἑρμᾶς καὶ Συμενώνης καὶ ἄλλοι πρὸς τούτοις, οἳ τῆς μὲν ἐκκλησιαστικῆς οὐκ ἀπέστησαν κοινωνίας, οὐδὲν οὔτε ὀνινάναι οὔτε λωβᾶσθαι φάσκοντες τὴν θείαν τροφήν, περὶ ἡς ὁ δεσπότης ἔφη Χριστός· ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων . μου τὸ αἷμα ζήσεται εἰς τὸν αἰῶνά. κρύπτειν δὲ τὴν νόσον πειρώμενοι, καὶ μετὰ ἐλέγχοις ἀναιδῶς ἐξαρνοῦνται, καὶ [*](4—S. 231, 20 vgl. Theodoret. Haeret. Fabul. IV 11 Pft 83, 429 [aus des Letoius und ῾Υπομνήματα des Amphilochius]. Photius Cod. 52. Timoth. De reeept. haeretic. PG 86 1, 48 f. Presb. Georgios in Byz. Zeitschr. IX 20 f. Nieetas Thesaur. IV 36 — 16/17 Joh. 6, 54—58) [*](* 4—6 Theophan. 63, 14 — 4—S. 231, 20 Joh. Damasc. De haeres. lib. 736 A. Vaticanus syriac. 145 fol. 77r (= Σ) — 12—S. 230, 10 Theophan. 63, 17) [*](B V2 HN (n) + GSP (s) = r AL(y) F) [*](1 μή μου ἅπτου καθαρός εἰμι ~ L ι οὗτος] οὗτοι, , auf Easur Ac ι μου2 > V2 am Ende der Zeile ι 2 ἄνοιαν ryF stultitiam Gass. ἄγνοιαν B διάνοιαν V2, vgl. oben 228, 4 ι 3 εἵνεκα yF ι 4 ια am Rand HSS ι μεσαλιανῶν BSP μεσσαληνῶν n ι 5 εὐχήτασ GA ι fi μεταβάλλοντες BV2n Damasc. μεταβαλόντες syF ι 7 γενομένην = Σ] γινομένην B ι 8 ἐνεργείας A, den Singular bezeug. Cass. Σ ι 10 πονηρίαν BV2GyF πονηρὰν nSP Damasc. maligncDU Cass. 1 11 φαντασίας = Damasc. Cass. Σ] φαντασίας ὡς B ι 12 ἀρχηγοὶ τῆς αἱρέσεως ~ n, hacreseos principcs Cass. ι δαδώησ BNsF Theophan. Photius δαδόησ Hy Damasc, ο auf Rasur V2 Dcidosius Cass. Δαώδης Haeret. Fab. ι 13/14 τούτοις] τούτουσ A ι 14 ἐκκλησιαστικῆς μὲν ~ B ι 15 ὀνινάναι B ὀνεῖναι V2F ὑνίναι L ὀνῆναι A ὀνίνασθαι nS ὀνήνασθαι Damasc. ὠνήσασθαι G ὀνίσασθαι P 15 τροφήν = Damasc. Cass. Σ] γραφήν B ι 18 ἐλέγχου V2)

230
ἀποκηρύττουσι τοὺ; ταῦτα φρονοῦντας ἅπερ ἐν ταῖς ψυχαῖς περιφέρουσι.

Λητώϊος μὲν οὖν ὁ τὴν Μελιτηνῶν ἐκκλησίαν ἰθύνας, ἀνὴρ ζήλῳ θείῳ κοσμούμενος, πολλὰ τῆς νόσου ταύτης σπάσαντα θεασάμενος μοναστήρια μᾶλλον δὲ σπήλαια λῃστρικά, ἐνέπρησε ταῦτα καὶ τοὺς λύκους ἐκ τῆς ποίμνης ἐξήλασεν.

ὡσαύτως δὲ καὶ Ἀμφιλόχιος ὁ πανεύφημος, τὴν Λυκαόνων μητρόπολιν νέμειν πεπιστευμένος καὶ ἅπαν ἰθύνων τὸ ἔθνος ἐπισκήψασα,, αὐτόσε τὴν λύμην ταύτην μαθών, ἐξανέστησε πάλιν καὶ τὰ ὑπ’ αὐτοῦ νεμόμενα τῆς λώβης ἐκείνης ἠλευθέρωσε ποίμνια,

Φλαβιανὸς δὲ ὁ πολυθρύλητος τῆς ᾿Αντιοχέων ἀρχιερεύς, ἐν Ἐδέσσῃ τούτους διάγειν μαθὼν τὸν οἰκεῖον τοῖς πελάζουσιν ἐγχριπτομένους ἰόν, συμμορίαν μοναχῶν ἀποστείλας ἤγαγέ τε εἰς τὴν ᾿Αντιόχειαν καὶ τὴν νόσον ἐξαρνουμένους τόνδε τὸν τρόπον διήλεγξε.