Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

πρῶτον μὲν γὰρ ἀνοήτως νενοηκὼς τὸ »ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν«, ἀνθρωπείαν ἔχειν μορφὴν τὸ θεῖον ὑπέλαβε, καὶ τὰ τοῦ σώματος περικεῖσθαι ἐτόπασε μόρια, τῆς θείας γραφῆς οὐ κατιδὼν τὴν διάνοιαν.

πολλάκις γὰρ ταῖς θείαις ἐνεργείαις τὰ τῶν ἀνθρωπίνων μορίων ὀνόματα περιτίθησιν, ἐπειδὴ ῥᾷον οἱ τῶν λεπτοτέρων ἐπαίειν οὐ δυνάμενοι διὰ τούτων τοῦ θεοῦ τὴν προμήθειαν μανθάνουσι. προστέθεικε δὲ τῇδε τῇ δυσσεβείᾳ καὶ ἕτερα παραπλήσια. ἐκ γὰρ τῆς τοῦ Μανέντος πλάνης ἐρανισάμενος, οὔτε τοῦ πυρὸς οὔτε τοῦ σκότους ἔφη εἶναι δημιουργὸν τὸν τῶν ὅλων θεόν.

ἀλλὰ ταῦτα μὲν καὶ ὅσα τοιαύτα κατακρυπτουσιν οἱ τῆς ἐκείνου συμμορίας. φασκουσι δὲ τῶν ἐκκλησιαστικῶν ἀπεσχοινίσθαι συλλόγων, ἐπειδὴ τινὲς μὲν τὸν ἐπάρατον εἰσπράττουσι τόκον, τινὲς δὲ γυναιξὶν οὐ γόμῳ γάμου συνοικοῦντες παρανόμως βιοῦσιν, οἱ δὲ τούτων ἀπηλλαγμένοι τούτοις ἀδεῶς κοινωνοῦσι. διὰ ταῦτά φασίν ἐκεῖνοι καθ’ ἑαυτοὺς βιοτεύειν, τὴν τῶν δογμάτων ἀποκρύπτοντες βλασφημίαν. ἔστι μέντοι καὶ ἡ σκῆψις ἀλαζονείας μεστὴ καὶ τῆς Φαρισαϊκῆς διδασκαλίας ἀπόγονος.

καὶ γὰρ ἐκεῖνοι κατηγόρουν τοῦ τῶν ψυχῶν καὶ σωμάτων ἰατροῦ, τοῖς ἱεροῖς λέγοντες ἀποστόλοις· »ἵνα τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν ;« καὶ διὰ τοῦ προφήτου δὲ περὶ τῶν τοιούτων φησὶν ὁ θεός· οἱ λέγοντες [*](1—17 vgl. Theodoret. Haeret. Fabul. IV 10 PG 83, 428 — 4/5 Gen. 1, 26 22/23 Matth. 9, 11 — 24 f Jes. 65 5. Joh. 20, 17) [*](* —14 Polydeukes 412, 14) [*](B V2 HN (n) + GSP (s) = r AL (y) F) [*](1 ἀυδαῖοσ ryi ἀυδαῖσ) Haeret. Fabul. Polyd. ἄυδεοσ V2F ἀίδιος B ι 2 καινῶν = Cass.] κενῶν NP κοινῶν B καινῶν, αι auf Rasur V2 ι 4 γὰρ > P 7 καθιδὼν B I 8 πολλάκις = Cass.] πολλὰ B ι 10 τὴν τοῦ θεοῦ ~ r ι μανθάνουσι = agnoscunt Cass.] λαμβάνουσιν B ι 11 τῆδε r Imic Cass. > BV2yF ι 12 μάνητοσ V2F Manetis Cass. ι ἐρανησάμενοσ B ι 14 κατακρύπτουσιν = Haeret. Fab] κρύπτουσιν B cdant Cass. ι 15 nach δὲ + οἱ V2 ι ἐπειδὴ] ἐπειδὴ δὲ n ι 17/18 οἱ δὲ τούτων ἀπηλλαγμένοι τούτοισ’ ἀδεῶς κοινωνοῦσι ryF τοῖσ’ δὲ τούτων ἀπηλλαγμένοις ἀδεῶς κοινωνοῦσι V2 > BCass., fehlt auch in Haeret. Fabul. ι 22 μετὰ τῶν B Matth. μετὰ V2ryF ι 24 περὶ τῶν τῶν > Bj τοιούτων φησὶν ὁ θεός BV2Cass. φησιν ὁ θεὸς περὶ τῶν τοιούτων rvF ι λέγοντεσ Lm)

229
καθαρός εἰμι, μή μου ἅπτου· οὕτος καπνὸς τοῦ θυμοῦ μου«. ἀλλὰ τὴν τούτων διελέγχειν ἄνοιαν οὐ τοῦ παρόντος καιροῦ· οὑ δὴ ἕνεκα ἐπὶ τὰ λοιπὰ βαδιοῦμαι τῆς διηγήσεως.