Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ὑπεχώρησε δὲ ὅμως, ἐληλυθέναι τοὺς τι ἀπεσταλμένους μεμαθηκώς· καὶ πορθμεῖον εὑρὼν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ ἐπὶ τὴν Θηβαίων χώραν ἀνήγετο. ὁ δὲ ἀνελεῖν αὐτὸν προστεταγμένος, πυθόμενος τὴν φυγήν, κατὰ κράτος ἐδίωκεν. ἑτέρου δέ τινος τῶν γνωρίμων προειληφότος καὶ σφόδρα ἐλαύνειν αὐτὸν εἰρηκότος τινὲς μὲν τῶν συνόντων ἐπὶ τὴν ἔρημον ἐκκλίνειν ἱκέτευον· αὐτὸς δὲ τῶ κυβερνήτῃ ἐπὶ τὴν Ἀλεξάνδρειαν ἰθῦναι τὸ πορθμεῖον ἐκέλευεν.

οὕτω δὴ αὐτῶν καταντικρὺ τοῦ διώκοντος φερομένων, ἧκεν ὁ τοῦ θανάτου τὰς ἐντολὰς δεδεγμένος καὶ πόσον ἀφέστηκεν ὁ Ἀθανάσιος ἤρετο. ὁ δὲ πελάζειν τοῦτον εἰπὼν ἐκεῖνον μὲν ἀπέπεμψεν, αὐτὸς δὲ τὴν Ἀλεξάνδρειαν κατέλαβε καὶ τὸ λειπόμενον τῆς Ἰουλιανοῦ βιοτῆς αὐτόθι διέλαθεν.