Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ταῦτα δὲ Ἰουλιανὸς σαφῶς ἐπιστάμενος τὸ δυσσεβὲς τῆς ψυχῆς οὐκ ἐπίδηλον εἶχεν, εἰς εὔνοιαν δὲ ἅπαντας ἐφελκόμενος καὶ τοὺς ὑπὸ Κωνσταντίου τῶν ἐκκλησιῶν ἐξελαθέντας ἐπισκόπους καὶ τὰς ἐσχατιὰς τῆς οἰκουμένης οἰκοῦντας εἰς τὰς οἰκείας ἐπανελθεῖν ἐκκλησίας προσέταξε.

τούτου δὴ οὖν τοῦ νόμου τεθέντος, εἰς μὲν τὴν Ἀντιόχειαν ἐπανῆλθεν ὁ θεῖος Μελέτιος, εἰς δὲ τὴν Ἀλεξάνδρειαν ὁ πολυ- ύμνητος Ἀθανάσιος. Εὐσέβιος δὲ καὶ Ἱλάριος οἱ ἐκ τῆς Ἰταλίας καὶ Λουκίφερ ὁ Σαρδῶ τὴν νῆσον ποιμαίνειν λαχὼν ἐν τῇ Θηβαίων τῇ πρὸς Αἴγυπτον διῆγον· ἐκεῖ γὰρ αὐτοὺς ὁ Κωνστάντιος ἐξωστράκισεν.

[*](21 vgl. Sozomen. V 5, 1. Socrat. III 1, 48. Philostorg. VI 7. Rufin. H. Ε. X 28 Histor. acephala Arian. 10. Julian. Epist. 26 u. 52 — — S. 180, 2 vgl. Sozomen. V 12, 1. Socrat. III 5)[*](* 1—6 Theophyl. Bulg. Martyr. XV mart. 5 PG 126, 160 C? Niceph. H. Ε. X 1)[*](B HN (n) + GS (s) = r AL (y) FVR (v))[*](2 προείετο B ι 4 γεγενημένον Byv, ν über νη’ geschrieben Ac ι 5/6 ἀπηγόρευσε Br ἀπηγόρευε y ἀπεκήρυττεν v ι 6 καὶ ἕτερον αὐτοῦ ~ B ι 9 συνεβούλευσε τῶν θείων ~ s ι εἶναι λέγων ἄδηλον ἄδηλον ~ n ι 10 ἐν] ἐν τῶ B ι 11 nach βελῶν + καὶ τοξοτῶν (i + καὶ τόξων S ι παλτῶν y, α in ε corr. Ac ι 12 κοπιδῶν B I 13 εἵνεκα Av ι 15 νῦν > n ι 16 συνπολεμεῖν BA ι I 17 ἧ am Rand BryFR γ V ι δὲ] δὴ sv, ἧ auf Rasur Ac > n ι 18 ἐπίδηλον εἶχεν] ἐποίει δῆλον ἔχειν B ι 19 καὶ τὰς — 20 ἐκκλησίας am Rand Ae ι 21 προσέταχεν A ι 22 ἐπανελθεῖν L ι Γᾶ οἱ Bv übergeschrieben Ac ὁ r > y ι 24 σαρδῶ nS σαρδῶ (sic) B ι 25 αἴγυπτον ry αἰγύπτω Bv, vgl. S. 6, 8)
180

οὗτοι σὺν τοῖς ἄλλοις ὁμόφροσι κατὰ ταὐτὸν γενόμενοι χρῆναι τὰς ἐκκλησίας ἔλεγον εἰς μίαν ουναγαγεῖν συμφωνίαν.

οὐ γὰρ μόνον αὐτὰς οἱ τἀναντία φρονοῦντες ἐπολιόρκουν, ἀλλὰ καὶ αὐταὶ πρὸς ἑαυτὰς ἐστασίαζον.

Καὶ γὰρ ἐν Ἀντιοχείᾳ διχῆ τὸ ὑγιαῖνον σῶμα τῆς ἐκκλησίας διῄρητο· οἵ τε γὰρ ἐξ ἀρχῆς Εὐσταθίου χάριν τοῦ πανευφήμου τῶν ἄλλων ἀποκριθέντες καθ᾿ ἑαυτοὺς ουνηθροίζοντο, καὶ οἱ μετὰ Mελετίου τοῦ θαυμασίου τῆς Ἀρειανικῆς συμμορίας χωρισθέντες ἐν τῇ

καλουμένῃ Παλαιᾷ τὰς λειτουργίας ἐπετέλουν τὰς θείας. καὶ ἦν μὲν τούτων κἀκείνων μία ἡ ὁμολογία τῆς πίστεως· ἑκάτερον γὰρ σύστημα τῆς ἐκτεθείσης ἐν Νικαίᾳ διδασκαλίας ὑπερεμάχει μόνη δὲ αὐτοὺς ἔρις ἀπ᾿ ἀλλήλων διίστη καὶ ἡ περὶ τοὺς ἡγουμένους διάθεσις· οὐδὲ γὰρ ἡ θἀτέρου τελευτὴ διέλυσε τὴν διάστασιν.

πρὸ γὰρ τῆς Μελετίου χειροτονίας Εὐσταθίου τετελευτηκότος καὶ τῶν τῆς εὐσεβείας ἀντεχομένων μετὰ τὴν Μελετίου μὲν ἐξορίαν Εὐζωΐου δὲ χειροτονίαν τῆς τῶν δυσσεβούντων κοινωνίας ἀποκριθέντων καὶ καθ᾿ ἑαυτοὺς ἀθροιζομένων, συναφθῆναι τούτοις οἱ ἀπ᾿ Εὐσταθίου τὴν ἐπωνυμίαν ἔχοντες οὐκ ἐπείσθησαν.

Τῆσδε τῆς συναφείας οἱ περὶ τὸν Εὐσέβιον καὶ Λουκίφερα πόρον ἐπεζήτουν εὑρεῖν· καὶ Λουκίφερα μὲν ὁ Εὐσέβιος τὴν ᾿Αλεξάνδρειαν ἠξίου καταλαβεῖν καὶ Ἀθανασίῳ τῷ μεγάλῳ περὶ τούτου κοινώσασθαι, αὐτὸς δέ γε τὸν περὶ τῆς συμβάσεως ἤθελεν ἀναδέξασθαι πόνον.