Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

καὶ γῆρας ἰδὼν αἰδοῦς ἀξιώτατον, οὔτε τοῦ σώματος τὴν πολιὰν ᾤκτειρεν οὔτε τὴν τῆς ψυχῆς τετίμηκεν ἀρετήν, ἀλλά τισι τῶν δορυφόρων ἐκέλευσεν ἐπὶ κόρρης αὐτὴν ἑκατέρας παῖσαι καὶ ταῖς χερσὶ φοινίξαι τὰς παρειάς.

ἡ δὲ ὡς ἄκραν τιμὴν δεξαμένη τὴν ἀτιμίαν ἀνελήλυθε μὲν εἰς τὸ δωμάτιον συνήθως δὲ αὐτὸν ταῖς πνευματικαῖς ἔβαλλε μελῳδίαις, καθόπερ ὁ τῆς μελῳδίας ἐκείνης συγγραφεὺς καὶ διδάσκαλος τὸ πονηρὸν ἐκεῖνο κατέπαυε πνεῦμα τὸ τῷ Σαοὺλ ἐνοχλοῦν.