Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Πουπλία τις ἦν κατ’ ἐκεῖνον τὸν χρόνον ὀνομαστοτάτη καὶ πολυθρύλητος ἐκ τῶν τῆς ἀρετῆς κατορθωμάτων γεγενημένη. αὕτη καὶ τοῦ γάμου τὸν ζυγὸν πρὸς ὀλίγον δεξαμένη καιρόν, καρπὸν ἀξιάγαστον τῷ θεῶ προσενήνοχεν. Ἰωάννης γάρ, ὁ τῶν ἐν Ἀντιοχείᾳ πρεσβυτέρων ἐπὶ πλεῖστον ἡγησάμενος χρόνον καὶ πολλάκις μὲν τῆς πρεσβυτέρων προεδρίας τὰς ψήφους δεξάμενος, ἀεὶ δὲ τήνδε τὴν ἡγεμονίαν φυγών, ἐξ ἐκείνης τῆς θαυμασίας ἀρούρας ἐβλάστησεν.

αὕτη χορὸν ἔχουσα παρθένων τὴν διὰ βίου παρθενίαν ἐπηγγελμένων ἀεὶ μὲν ὕμνει τὸν πεποιηκότα καὶ σεσωκότα θεόν, τοῦ δὲ βασιλέως παριόντος γεγωνότερον κοινῇ ἔψαλλον, εὐκαταφρόνητον ἡγούμεναι καὶ καταγέλαστον τὸν ἀλάστορα.

ᾖδον δὲ μάλιστα ἐκεῖνα τὰ ᾄσματα ὁ τῶν εἰδώλων κωμῳδεῖ τὴν ἀσθένειαν, καὶ μετὰ τοῦ Δαβὶδ ἔλεγον· »τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων‘. καὶ μετὰ τὴν τῆς ἀναισθησίας διήγησιν ἔλεγον· [*](3—6 vgl. Chronic. Pasch, a. 363 S. 549, 12. Theophan. 51, 14. Zonar. XIII, 12 44 S. 65, 4. Cedren. I 537, 4. Artemii Passio 36 f. Synax. 151, 13 — 23/24 Psal. 113, 12 (134, 15) — 24 vgl. Psal. 113, —15 (134, 16f.) * —S. S. 198, 14 Niceph. H. Ε. X 11 — — S. 198, 16 Cass VI 36 — — S. 198, 13 Synax. 123, 1) [*](B V2 HN (n) + GSP (s) = r AL (y) F) [*](*3 Γῆ am Rand HSS ι 3/4 στρατιῶν B ι 5 κωνσταντίου V2HANic. Cass. Chr. Pasch. Theophan. Cedren. Artem. Pass. κωνσταντίνου BNsLFSynax. ι καιροῖσ V2 ι 8 ἴθ’ am Rand GSF ι δὲ BPyF δέ γε V2nGS ι γυναικών A ι 9 ἀξιέπαινον > V2 ι προθήσω V2 ι 9/10 καὶ γυναῖκες vor τῆς τούτου ~ P ι 11 ιθ am Rand BV2P ι πο///πλία V2 ι ὀνομαστὴ B, tiominatissima Cass. ι 13 καὶ > B ι γάμου] νόμου n ι 14 Ἰωάννης] am Rand τὸν χρυσόστομον λέγει SP, unrichtig ι 15 ἐπὶ > Ρ ι 16 τήνδε > V2GPF Synax. ι 19 καὶ σεσωκότα am Rand Ac j 20 γεγονώτερον BV2 ι 24 καὶ μετά—ἔλεγον] καὶ μετά τὴν τῆς ἀναισθησίασ ἔλεγον Ρ, aber καὶ μετὰ τὴν τῆς expungiert und καὶ περὶ τῆσ ἀναισθησίας αὐτῶν am Rand Pc > GS Nie; vgl. et Herum Cass.)

198
ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς«. τούτων ἀκούσας ἐκεῖνος καὶ λίαν ἀνιαθεὶς σιγὰν αὐταῖς προσέταξε κατὰ τὸν τῆς παρόδου καιρόν.

ἡ δὲ μικρὸν τῶν ἐκείνου νόμων φροντίσασα, πλείονος τὸν χορὸν προθυμίας ἐνέπλησε, καὶ πάλιν ἐκείνου διιόντος ψάλλειν ἐκέλευσεν· ἀναστήτω ὁ θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ« ὁ δὲ χαλεπήνας τοῦ χοροῦ τὴν διδάσκαλον ἀχθῆναι προσέταξε.

καὶ γῆρας ἰδὼν αἰδοῦς ἀξιώτατον, οὔτε τοῦ σώματος τὴν πολιὰν ᾤκτειρεν οὔτε τὴν τῆς ψυχῆς τετίμηκεν ἀρετήν, ἀλλά τισι τῶν δορυφόρων ἐκέλευσεν ἐπὶ κόρρης αὐτὴν ἑκατέρας παῖσαι καὶ ταῖς χερσὶ φοινίξαι τὰς παρειάς.

ἡ δὲ ὡς ἄκραν τιμὴν δεξαμένη τὴν ἀτιμίαν ἀνελήλυθε μὲν εἰς τὸ δωμάτιον συνήθως δὲ αὐτὸν ταῖς πνευματικαῖς ἔβαλλε μελῳδίαις, καθόπερ ὁ τῆς μελῳδίας ἐκείνης συγγραφεὺς καὶ διδάσκαλος τὸ πονηρὸν ἐκεῖνο κατέπαυε πνεῦμα τὸ τῷ Σαοὺλ ἐνοχλοῦν.